Apocalypse of John.

Chapters 13-16.


Chapter 13.

  1. Και ειδον εκ της θαλασσης θηριον αναβαινον, εχον κερατα δεκα και κεφαλας επτα, και επι των κερατων αυτου δεκα διαδηματα, και επι τας κεφαλας αυτου ονομα[τα] βλασφημιας.
  2. και το θηριον ο ειδον ην ομοιον παρδαλει, και οι ποδες αυτου ως αρκου, και το στομα αυτου ως στομα λεοντος. και εδωκεν αυτω ο δρακων την δυναμιν αυτου και τον θρονον αυτου και εξουσιαν μεγαλην.
  3. και μιαν εκ των κεφαλων αυτου ως εσφαγμενην εις θανατον, και η πληγη του θανατου αυτου εθεραπευθη. και εθαυμασθη ολη η γη οπισω του θηριου,
  4. και προσεκυνησαν τω δρακοντι οτι εδωκεν την εξουσιαν τω θηριω, και προσεκυνησαν τω θηριω λεγοντες, Τις ομοιος τω θηριω, και τις δυναται πολεμησαι μετ αυτου;
  5. Και εδοθη αυτω στομα λαλουν μεγαλα και βλασφημιας, και εδοθη αυτω εξουσια ποιησαι μηνας τεσσερακοντα [και] δυο.
  6. και ηνοιξεν το στομα αυτου εις βλασφημιας προς τον θεον, βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου, τους εν τω ουρανω σκηνουντας.
  7. και εδοθη αυτω ποιησαι πολεμον μετα των αγιων και νικησαι αυτους, και εδοθη αυτω εξουσια επι πασαν φυλην και λαον και γλωσσαν και εθνος.
  8. και προσκυνησουσιν αυτον παντες οι κατοικουντες επι της γης, ου ου γεγραπται το ονομα αυτου εν τω βιβλιω της ζωης του αρνιου του εσφαγμενου απο καταβολης κοσμου.
  9. Ει τις εχει ους ακουσατω.
  10. ει τις εις αιχμαλωσιαν, εις αιχμαλωσιαν υπαγει· ει τις εν μαχαιρη αποκτανθηναι, αυτον εν μαχαιρη αποκτανθηναι. Ωδε εστιν η υπομονη και η πιστις των αγιων.
  11. Και ειδον αλλο θηριον αναβαινον εκ της γης, και ειχεν κερατα δυο ομοια αρνιω, και ελαλει ως δρακων.
  12. και την εξουσιαν του πρωτου θηριου πασαν ποιει ενωπιον αυτου. και ποιει την γην και τους εν αυτη κατοικουντας ινα προσκυνησουσιν το θηριον το πρωτον, ου εθεραπευθη η πληγη του θανατου αυτου.
  13. και ποιει σημεια μεγαλα, ινα και πυρ ποιη εκ του ουρανου καταβαινειν εις την γην ενωπιον των ανθρωπων.
  14. και πλανα τους κατοικουντας επι της γης δια τα σημεια α εδοθη αυτω ποιησαι ενωπιον του θηριου, λεγων τοις κατοικουσιν επι της γης ποιησαι εικονα τω θηριω ος εχει την πληγην της μαχαιρης και εζησεν.
  15. και εδοθη αυτω δουναι πνευμα τη εικονι του θηριου, ινα και λαληση η εικων του θηριου και ποιηση [ινα] οσοι εαν μη προσκυνησωσιν τη εικονι του θηριου αποκτανθωσιν.
  16. και ποιει παντας, τους μικρους και τους μεγαλους, και τους πλουσιους και τους πτωχους, και τους ελευθερους και τους δουλους, ινα δωσιν αυτοις χαραγμα επι της χειρος αυτων της δεξιας η επι το μετωπον αυτων,
  17. και ινα μη τις δυνηται αγορασαι η πωλησαι ει μη ο εχων το χαραγμα, το ονομα του θηριου η τον αριθμον του ονοματος αυτου.
  18. Ωδε η σοφια εστιν· ο εχων νουν ψηφισατω τον αριθμον του θηριου, αριθμος γαρ ανθρωπου εστιν· και ο αριθμος αυτου εξακοσιοι εξηκοντα εξ.

Chapter 14.

  1. Και ειδον, και ιδου το αρνιον εστος επι το ορος Σιων, και μετ αυτου εκατον τεσσερακοντα τεσσαρες χιλιαδες εχουσαι το ονομα αυτου και το ονομα του πατρος αυτου γεγραμμενον επι των μετωπων αυτων.
  2. και ηκουσα φωνην εκ του ουρανου ως φωνην υδατων πολλων και ως φωνην βροντης μεγαλης, και η φωνη ην ηκουσα ως κιθαρωδων κιθαριζοντων εν ταις κιθαραις αυτων.
  3. και αδουσιν [ως] ωδην καινην ενωπιον του θρονου και ενωπιον των τεσσαρων ζωων και των πρεσβυτερων· και ουδεις εδυνατο μαθειν την ωδην ει μη αι εκατον τεσσερακοντα τεσσαρες χιλιαδες, οι ηγορασμενοι απο της γης.
  4. ουτοι εισιν οι μετα γυναικων ουκ εμολυνθησαν, παρθενοι γαρ εισιν. ουτοι οι ακολουθουντες τω αρνιω οπου αν υπαγη. ουτοι ηγορασθησαν απο των ανθρωπων απαρχη τω θεω και τω αρνιω,
  5. και εν τω στοματι αυτων ουχ ευρεθη ψευδος· αμωμοι εισιν.
  6. Και ειδον αλλον αγγελον πετομενον εν μεσουρανηματι, εχοντα ευαγγελιον αιωνιον ευαγγελισαι επι τους καθημενους επι της γης και επι παν εθνος και φυλην και γλωσσαν και λαον,
  7. λεγων εν φωνη μεγαλη, Φοβηθητε τον θεον και δοτε αυτω δοξαν, οτι ηλθεν η ωρα της κρισεως αυτου, και προσκυνησατε τω ποιησαντι τον ουρανον και την γην και θαλασσαν και πηγας υδατων.
  8. Και αλλος αγγελος δευτερος ηκολουθησεν λεγων, Επεσεν, επεσεν Βαβυλων η μεγαλη, η εκ του οινου του θυμου της πορνειας αυτης πεποτικεν παντα τα εθνη.
  9. Και αλλος αγγελος τριτος ηκολουθησεν αυτοις λεγων εν φωνη μεγαλη, Ει τις προσκυνει το θηριον και την εικονα αυτου, και λαμβανει χαραγμα επι του μετωπου αυτου η επι την χειρα αυτου,
  10. και αυτος πιεται εκ του οινου του θυμου του θεου του κεκερασμενου ακρατου εν τω ποτηριω της οργης αυτου, και βασανισθησεται εν πυρι και θειω ενωπιον αγγελων αγιων και ενωπιον του αρνιου.
  11. και ο καπνος του βασανισμου αυτων εις αιωνας αιωνων αναβαινει, και ουκ εχουσιν αναπαυσιν ημερας και νυκτος, οι προσκυνουντες το θηριον και την εικονα αυτου, και ει τις λαμβανει το χαραγμα του ονοματος αυτου.
  12. ωδε η υπομονη των αγιων εστιν, οι τηρουντες τας εντολας του θεου και την πιστιν Ιησου.
  13. Και ηκουσα φωνης εκ του ουρανου λεγουσης, Γραψον· Μακαριοι οι νεκροι οι εν κυριω αποθνησκοντες απ αρτι. ναι, λεγει το πνευμα, ινα αναπαησονται εκ των κοπων αυτων· τα γαρ εργα αυτων ακολουθει μετ αυτων.
  14. Και ειδον, και ιδου νεφελη λευκη, και επι την νεφελην καθημενον ομοιον υιον ανθρωπου, εχων επι της κεφαλης αυτου στεφανον χρυσουν και εν τη χειρι αυτου δρεπανον οξυ.
  15. και αλλος αγγελος εξηλθεν εκ του ναου, κραζων εν φωνη μεγαλη τω καθημενω επι της νεφελης, Πεμψον το δρεπανον σου και θερισον, οτι ηλθεν η ωρα θερισαι, οτι εξηρανθη ο θερισμος της γης.
  16. και εβαλεν ο καθημενος επι της νεφελης το δρεπανον αυτου επι την γην, και εθερισθη η γη.
  17. Και αλλος αγγελος εξηλθεν εκ του ναου του εν τω ουρανω, εχων και αυτος δρεπανον οξυ.
  18. Και αλλος αγγελος [εξηλθεν] εκ του θυσιαστηριου, [ο] εχων εξουσιαν επι του πυρος, και εφωνησεν φωνη μεγαλη τω εχοντι το δρεπανον το οξυ λεγων, Πεμψον σου το δρεπανον το οξυ και τρυγησον τους βοτρυας της αμπελου της γης, οτι ηκμασαν αι σταφυλαι αυτης.
  19. και εβαλεν ο αγγελος το δρεπανον αυτου εις την γην, και ετρυγησεν την αμπελον της γης και εβαλεν εις την ληνον του θυμου του θεου τον μεγαν.
  20. και επατηθη η ληνος εξωθεν της πολεως, και εξηλθεν αιμα εκ της ληνου αχρι των χαλινων των ιππων απο σταδιων χιλιων εξακοσιων.

Chapter 15.

  1. Και ειδον αλλο σημειον εν τω ουρανω μεγα και θαυμαστον, αγγελους επτα εχοντας πληγας επτα τας εσχατας, οτι εν αυταις ετελεσθη ο θυμος του θεου.
  2. Και ειδον ως θαλασσαν υαλινην μεμιγμενην πυρι, και τους νικωντας εκ του θηριου και εκ της εικονος αυτου και εκ του αριθμου του ονοματος αυτου εστωτας επι την θαλασσαν την υαλινην, εχοντας κιθαρας του θεου.
  3. και αδουσιν την ωδην Μωυσεως του δουλου του θεου και την ωδην του αρνιου λεγοντες, Μεγαλα και θαυμαστα τα εργα σου, κυριε ο θεος ο παντοκρατωρ· δικαιαι και αληθιναι αι οδοι σου, ο βασιλευς των εθνων.
  4. τις ου μη φοβηθη, κυριε, και δοξασει το ονομα σου; οτι μονος οσιος, οτι παντα τα εθνη ηξουσιν και προσκυνησουσιν ενωπιον σου, οτι τα δικαιωματα σου εφανερωθησαν.
  5. Και μετα ταυτα ειδον, και ηνοιγη ο ναος της σκηνης του μαρτυριου εν τω ουρανω,
  6. και εξηλθον οι επτα αγγελοι [οι] εχοντες τας επτα πληγας εκ του ναου, ενδεδυμενοι λινον καθαρον λαμπρον και περιεζωσμενοι περι τα στηθη ζωνας χρυσας.
  7. και εν εκ των τεσσαρων ζωων εδωκεν τοις επτα αγγελοις επτα φιαλας χρυσας γεμουσας του θυμου του θεου του ζωντος εις τους αιωνας των αιωνων.
  8. και εγεμισθη ο ναος καπνου εκ της δοξης του θεου και εκ της δυναμεως αυτου, και ουδεις εδυνατο εισελθειν εις τον ναον αχρι τελεσθωσιν αι επτα πληγαι των επτα αγγελων.

Chapter 16.

  1. Και ηκουσα μεγαλης φωνης εκ του ναου λεγουσης τοις επτα αγγελοις, Υπαγετε και εκχεετε τας επτα φιαλας του θυμου του θεου εις την γην.
  2. Και απηλθεν ο πρωτος και εξεχεεν την φιαλην αυτου εις την γην· και εγενετο ελκος κακον και πονηρον επι τους ανθρωπους τους εχοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου.
  3. Και ο δευτερος εξεχεεν την φιαλην αυτου εις την θαλασσαν· και εγενετο αιμα ως νεκρου, και πασα ψυχη ζωης απεθανεν, τα εν τη θαλασση.
  4. Και ο τριτος εξεχεεν την φιαλην αυτου εις τους ποταμους και τας πηγας των υδατων· και εγενετο αιμα.
  5. και ηκουσα του αγγελου των υδατων λεγοντος, Δικαιος ει, ο ων και ο ην, ο οσιος, οτι ταυτα εκρινας,
  6. οτι αιμα αγιων και προφητων εξεχεαν, και αιμα αυτοις [δ]εδωκας πιειν· αξιοι εισιν.
  7. και ηκουσα του θυσιαστηριου λεγοντος, Ναι, κυριε ο θεος ο παντοκρατωρ, αληθιναι και δικαιαι αι κρισεις σου.
  8. Και ο τεταρτος εξεχεεν την φιαλην αυτου επι τον ηλιον· και εδοθη αυτω καυματισαι τους ανθρωπους εν πυρι.
  9. και εκαυματισθησαν οι ανθρωποι καυμα μεγα, και εβλασφημησαν το ονομα του θεου του εχοντος την εξουσιαν επι τας πληγας ταυτας, και ου μετενοησαν δουναι αυτω δοξαν.
  10. Και ο πεμπτος εξεχεεν την φιαλην αυτου επι τον θρονον του θηριου· και εγενετο η βασιλεια αυτου εσκοτωμενη, και εμασωντο τας γλωσσας αυτων εκ του πονου,
  11. και εβλασφημησαν τον θεον του ουρανου εκ των πονων αυτων και εκ των ελκων αυτων, και ου μετενοησαν εκ των εργων αυτων.
  12. Και ο εκτος εξεχεεν την φιαλην αυτου επι τον ποταμον τον μεγαν τον Ευφρατην· και εξηρανθη το υδωρ αυτου, ινα ετοιμασθη η οδος των βασιλεων των απο ανατολης ηλιου.
  13. Και ειδον εκ του στοματος του δρακοντος και εκ του στοματος του θηριου και εκ του στοματος του ψευδοπροφητου πνευματα τρια ακαθαρτα ως βατραχοι·
  14. εισιν γαρ πνευματα δαιμονιων ποιουντα σημεια, α εκπορευεται επι τους βασιλεις της οικουμενης ολης, συναγαγειν αυτους εις τον πολεμον της ημερας της μεγαλης του θεου του παντοκρατορος.
  15. Ιδου ερχομαι ως κλεπτης. μακαριος ο γρηγορων και τηρων τα ιματια αυτου, ινα μη γυμνος περιπατη και βλεπωσιν την ασχημοσυνην αυτου.
  16. και συνηγαγεν αυτους εις τον τοπον τον καλουμενον Εβραιστι Αρμαγεδων.
  17. Και ο εβδομος εξεχεεν την φιαλην αυτου επι τον αερα· και εξηλθεν φωνη μεγαλη εκ του ναου απο του θρονου λεγουσα, Γεγονεν.
  18. και εγενοντο αστραπαι και φωναι και βρονται, και σεισμος εγενετο μεγας οιος ουκ εγενετο αφ ου ανθρωπος εγενετο επι της γης τηλικουτος σεισμος ουτω μεγας.
  19. και εγενετο η πολις η μεγαλη εις τρια μερη, και αι πολεις των εθνων επεσαν. και Βαβυλων η μεγαλη εμνησθη ενωπιον του θεου δουναι αυτη το ποτηριον του οινου του θυμου της οργης αυτου.
  20. και πασα νησος εφυγεν, και ορη ουχ ευρεθησαν.
  21. και χαλαζα μεγαλη ως ταλαντιαια καταβαινει εκ του ουρανου επι τους ανθρωπους· και εβλασφημησαν οι ανθρωποι τον θεον εκ της πληγης της χαλαζης, οτι μεγαλη εστιν η πληγη αυτης σφοδρα.