Apocalypse of John.

Chapters 1-4.


Chapter 1.

  1. Αποκαλυψις Ιησου Χριστου, ην εδωκεν αυτω ο θεος, δειξαι τοις δουλοις αυτου α δει γενεσθαι εν ταχει, και εσημανεν αποστειλας δια του αγγελου αυτου τω δουλω αυτου Ιωαννη,
  2. ος εμαρτυρησεν τον λογον του θεου και την μαρτυριαν Ιησου Χριστου, οσα ειδεν.
  3. μακαριος ο αναγινωσκων και οι ακουοντες τους λογους της προφητειας και τηρουντες τα εν αυτη γεγραμμενα, ο γαρ καιρος εγγυς.
  4. Ιωαννης ταις επτα εκκλησιαις ταις εν τη Ασια· χαρις υμιν και ειρηνη απο ο ων και ο ην και ο ερχομενος, και απο των επτα πνευματων α ενωπιον του θρονου αυτου,
  5. και απο Ιησου Χριστου, ο μαρτυς ο πιστος, ο πρωτοτοκος των νεκρων και ο αρχων των βασιλεων της γης. Τω αγαπωντι ημας και λυσαντι ημας εκ των αμαρτιων ημων εν τω αιματι αυτου
  6. και εποιησεν ημας βασιλειαν, ιερεις τω θεω και πατρι αυτου αυτω η δοξα και το κρατος εις τους αιωνας [των αιωνων]· αμην.
  7. Ιδου ερχεται μετα των νεφελων, και οψεται αυτον πας οφθαλμος και οιτινες αυτον εξεκεντησαν, και κοψονται επ αυτον πασαι αι φυλαι της γης. ναι, αμην.
  8. Εγω ειμι το Α και το Ω, λεγει κυριος ο θεος, ο ων και ο ην και ο ερχομενος, ο παντοκρατωρ.
  9. Εγω Ιωαννης, ο αδελφος υμων και συγκοινωνος εν τη θλιψει και βασιλεια και υπομονη εν Ιησου, εγενομην εν τη νησω τη καλουμενη Πατμω δια τον λογον του θεου και την μαρτυριαν Ιησου.
  10. εγενομην εν πνευματι εν τη κυριακη ημερα, και ηκουσα οπισω μου φωνην μεγαλην ως σαλπιγγος
  11. λεγουσης, Ο βλεπεις γραψον εις βιβλιον και πεμψον ταις επτα εκκλησιαις, εις Εφεσον και εις Σμυρναν και εις Περγαμον και εις Θυατειρα και εις Σαρδεις και εις Φιλαδελφειαν και εις Λαοδικειαν.
  12. Και επεστρεψα βλεπειν την φωνην ητις ελαλει μετ εμου· και επιστρεψας ειδον επτα λυχνιας χρυσας,
  13. και εν μεσω των λυχνιων ομοιον υιον ανθρωπου, ενδεδυμενον ποδηρη και περιεζωσμενον προς τοις μαστοις ζωνην χρυσαν·
  14. η δε κεφαλη αυτου και αι τριχες λευκαι ως εριον λευκον, ως χιων, και οι οφθαλμοι αυτου ως φλοξ πυρος,
  15. και οι ποδες αυτου ομοιοι χαλκολιβανω ως εν καμινω πεπυρωμενης, και η φωνη αυτου ως φωνη υδατων πολλων,
  16. και εχων εν τη δεξια χειρι αυτου αστερας επτα, και εκ του στοματος αυτου ρομφαια διστομος οξεια εκπορευομενη, και η οψις αυτου ως ο ηλιος φαινει εν τη δυναμει αυτου.
  17. Και οτε ειδον αυτον, επεσα προς τους ποδας αυτου ως νεκρος· και εθηκεν την δεξιαν αυτου επ εμε λεγων, Μη φοβου· εγω ειμι ο πρωτος και ο εσχατος,
  18. και ο ζων, και εγενομην νεκρος και ιδου ζων ειμι εις τους αιωνας των αιωνων, και εχω τας κλεις του θανατου και του αδου.
  19. γραψον ουν α ειδες και α εισιν και α μελλει γενεσθαι μετα ταυτα.
  20. το μυστηριον των επτα αστερων ους ειδες επι της δεξιας μου, και τας επτα λυχνιας τας χρυσας· οι επτα αστερες αγγελοι των επτα εκκλησιων εισιν, και αι λυχνιαι αι επτα επτα εκκλησιαι εισιν.

Chapter 2.

  1. Τω αγγελω της εν Εφεσω εκκλησιας γραψον· Ταδε λεγει ο κρατων τους επτα αστερας εν τη δεξια αυτου, ο περιπατων εν μεσω των επτα λυχνιων των χρυσων·
  2. Οιδα τα εργα σου και τον κοπον και την υπομονην σου, και οτι ου δυνη βαστασαι κακους, και επειρασας τους λεγοντας εαυτους αποστολους και ουκ εισιν, και ευρες αυτους ψευδεις·
  3. και υπομονην εχεις, και εβαστασας δια το ονομα μου, και ου κεκοπιακες.
  4. αλλα εχω κατα σου οτι την αγαπην σου την πρωτην αφηκες.
  5. μνημονευε ουν ποθεν πεπτωκας, και μετανοησον και τα πρωτα εργα ποιησον· ει δε μη, ερχομαι σοι και κινησω την λυχνιαν σου εκ του τοπου αυτης, εαν μη μετανοησης.
  6. αλλα τουτο εχεις, οτι μισεις τα εργα των Νικολαιτων, α καγω μισω.
  7. ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις. τω νικωντι δωσω αυτω φαγειν εκ του ξυλου της ζωης, ο εστιν εν τω παραδεισω του θεου.
  8. Και τω αγγελω της εν Σμυρνη εκκλησιας γραψον· Ταδε λεγει ο πρωτος και ο εσχατος, ος εγενετο νεκρος και εζησεν·
  9. Οιδα σου την θλιψιν και την πτωχειαν, αλλα πλουσιος ει, και την βλασφημιαν εκ των λεγοντων Ιουδαιους ειναι εαυτους, και ουκ εισιν αλλα συναγωγη του Σατανα.
  10. μηδεν φοβου α μελλεις πασχειν. ιδου μελλει βαλλειν ο διαβολος εξ υμων εις φυλακην ινα πειρασθητε, και εξετε θλιψιν ημερων δεκα. γινου πιστος αχρι θανατου, και δωσω σοι τον στεφανον της ζωης.
  11. ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις. ο νικων ου μη αδικηθη εκ του θανατου του δευτερου.
  12. Και τω αγγελω της εν Περγαμω εκκλησιας γραψον· Ταδε λεγει ο εχων την ρομφαιαν την διστομον την οξειαν·
  13. Οιδα που κατοικεις, οπου ο θρονος του Σατανα, και κρατεις το ονομα μου, και ουκ ηρνησω την πιστιν μου και εν ταις ημεραις Αντιπας ο μαρτυς μου ο πιστος μου, ος απεκτανθη παρ υμιν, οπου ο Σατανας κατοικει.
  14. αλλ εχω κατα σου ολιγα, οτι εχεις εκει κρατουντας την διδαχην Βαλααμ, ος εδιδασκεν τω Βαλακ βαλειν σκανδαλον ενωπιον των υιων Ισραηλ, φαγειν ειδωλοθυτα και πορνευσαι·
  15. ουτως εχεις και συ κρατουντας την διδαχην [των] Νικολαιτων ομοιως.
  16. μετανοησον ουν· ει δε μη, ερχομαι σοι ταχυ, και πολεμησω μετ αυτων εν τη ρομφαια του στοματος μου.
  17. ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις. τω νικωντι δωσω αυτω του μαννα του κεκρυμμενου, και δωσω αυτω ψηφον λευκην και επι την ψηφον ονομα καινον γεγραμμενον ο ουδεις οιδεν ει μη ο λαμβανων.
  18. Και τω αγγελω της εν Θυατειροις εκκλησιας γραψον· Ταδε λεγει ο υιος του θεου, ο εχων τους οφθαλμους αυτου ως φλογα πυρος, και οι ποδες αυτου ομοιοι χαλκολιβανω·
  19. Οιδα σου τα εργα και την αγαπην και την πιστιν και την διακονιαν και την υπομονην σου, και τα εργα σου τα εσχατα πλειονα των πρωτων.
  20. αλλα εχω κατα σου οτι αφεις την γυναικα Ιεζαβελ, η λεγουσα εαυτην προφητιν, και διδασκει και πλανα τους εμους δουλους πορνευσαι και φαγειν ειδωλοθυτα.
  21. και εδωκα αυτη χρονον ινα μετανοηση, και ου θελει μετανοησαι εκ της πορνειας αυτης.
  22. ιδου βαλλω αυτην εις κλινην, και τους μοιχευοντας μετ αυτης εις θλιψιν μεγαλην, εαν μη μετανοησωσιν εκ των εργων αυτης·
  23. και τα τεκνα αυτης αποκτενω εν θανατω· και γνωσονται πασαι αι εκκλησιαι οτι εγω ειμι ο εραυνων νεφρους και καρδιας, και δωσω υμιν εκαστω κατα τα εργα υμων.
  24. υμιν δε λεγω τοις λοιποις τοις εν Θυατειροις, οσοι ουκ εχουσιν την διδαχην ταυτην, οιτινες ουκ εγνωσαν τα βαθεα του Σατανα, ως λεγουσιν, ου βαλλω εφ υμας αλλο βαρος·
  25. πλην ο εχετε κρατησατε αχρι[ς] ου αν ηξω.
  26. και ο νικων και ο τηρων αχρι τελους τα εργα μου, δωσω αυτω εξουσιαν επι των εθνων,
  27. και ποιμανει αυτους εν ραβδω σιδηρα, ως τα σκευη τα κεραμικα συντριβεται,
  28. ως καγω ειληφα παρα του πατρος μου, και δωσω αυτω τον αστερα τον πρωινον.
  29. ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις.

Chapter 3.

  1. Και τω αγγελω της εν Σαρδεσιν εκκλησιας γραψον· Ταδε λεγει ο εχων τα επτα πνευματα του θεου και τους επτα αστερας· Οιδα σου τα εργα, οτι ονομα εχεις οτι ζης, και νεκρος ει.
  2. γινου γρηγορων, και στηρισον τα λοιπα α εμελλον αποθανειν, ου γαρ ευρηκα σου τα εργα πεπληρωμενα ενωπιον του θεου μου·
  3. μνημονευε ουν πως ειληφας και ηκουσας, και τηρει, και μετανοησον. εαν ουν μη γρηγορησης, ηξω ως κλεπτης, και ου μη γνως ποιαν ωραν ηξω επι σε.
  4. αλλα εχεις ολιγα ονοματα εν Σαρδεσιν α ουκ εμολυναν τα ιματια αυτων, και περιπατησουσιν μετ εμου εν λευκοις, οτι αξιοι εισιν.
  5. ο νικων ουτως περιβαλειται εν ιματιοις λευκοις, και ου μη εξαλειψω το ονομα αυτου εκ της βιβλου της ζωης, και ομολογησω το ονομα αυτου ενωπιον του πατρος μου και ενωπιον των αγγελων αυτου.
  6. ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις.
  7. Και τω αγγελω της εν Φιλαδελφεια εκκλησιας γραψον· Ταδε λεγει ο αγιος, ο αληθινος, ο εχων την κλειν Δαυιδ, ο ανοιγων και ουδεις κλεισει, και κλειων και ουδεις ανοιγει·
  8. Οιδα σου τα εργα ιδου δεδωκα ενωπιον σου θυραν ηνεωγμενην, ην ουδεις δυναται κλεισαι αυτην οτι μικραν εχεις δυναμιν, και ετηρησας μου τον λογον, και ουκ ηρνησω το ονομα μου.
  9. ιδου διδω εκ της συναγωγης του Σατανα, των λεγοντων εαυτους Ιουδαιους ειναι, και ουκ εισιν αλλα ψευδονται· ιδου ποιησω αυτους ινα ηξουσιν και προσκυνησουσιν ενωπιον των ποδων σου, και γνωσιν οτι εγω ηγαπησα σε.
  10. οτι ετηρησας τον λογον της υπομονης μου, καγω σε τηρησω εκ της ωρας του πειρασμου της μελλουσης ερχεσθαι επι της οικουμενης ολης πειρασαι τους κατοικουντας επι της γης.
  11. ερχομαι ταχυ· κρατει ο εχεις, ινα μηδεις λαβη τον στεφανον σου.
  12. ο νικων ποιησω αυτον στυλον εν τω ναω του θεου μου, και εξω ου μη εξελθη ετι, και γραψω επ αυτον το ονομα του θεου μου και το ονομα της πολεως του θεου μου, της καινης Ιερουσαλημ, η καταβαινουσα εκ του ουρανου απο του θεου μου, και το ονομα μου το καινον.
  13. ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις.
  14. Και τω αγγελω της εν Λαοδικεια εκκλησιας γραψον· Ταδε λεγει ο Αμην, ο μαρτυς ο πιστος και αληθινος, η αρχη της κτισεως του θεου·
  15. Οιδα σου τα εργα, οτι ουτε ψυχρος ει ουτε ζεστος. οφελον ψυχρος ης η ζεστος.
  16. ουτως, οτι χλιαρος ει και ουτε ζεστος ουτε ψυχρος, μελλω σε εμεσαι εκ του στοματος μου.
  17. οτι λεγεις οτι Πλουσιος ειμι και πεπλουτηκα και ουδεν χρειαν εχω, και ουκ οιδας οτι συ ει ο ταλαιπωρος και ελεεινος και πτωχος και τυφλος και γυμνος,
  18. συμβουλευω σοι αγορασαι παρ εμου χρυσιον πεπυρωμενον εκ πυρος ινα πλουτησης, και ιματια λευκα ινα περιβαλη και μη φανερωθη η αισχυνη της γυμνοτητος σου, και κολλ[ο]υριον εγχρισαι τους οφθαλμους σου ινα βλεπης.
  19. εγω οσους εαν φιλω ελεγχω και παιδευω· ζηλευε ουν και μετανοησον.
  20. ιδου εστηκα επι την θυραν και κρουω· εαν τις ακουση της φωνης μου και ανοιξη την θυραν, [και] εισελευσομαι προς αυτον και δειπνησω μετ αυτου και αυτος μετ εμου.
  21. ο νικων δωσω αυτω καθισαι μετ εμου εν τω θρονω μου, ως καγω ενικησα και εκαθισα μετα του πατρος μου εν τω θρονω αυτου.
  22. ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις.

Chapter 4.

  1. Μετα ταυτα ειδον, και ιδου θυρα ηνεωγμενη εν τω ουρανω, και η φωνη η πρωτη ην ηκουσα ως σαλπιγγος λαλουσης μετ εμου λεγων, Αναβα ωδε, και δειξω σοι α δει γενεσθαι μετα ταυτα.
  2. ευθεως εγενομην εν πνευματι· και ιδου θρονος εκειτο εν τω ουρανω, και επι τον θρονον καθημενος,
  3. και ο καθημενος ομοιος ορασει λιθω ιασπιδι και σαρδιω, και ιρις κυκλοθεν του θρονου ομοιος ορασει σμαραγδινω.
  4. και κυκλοθεν του θρονου θρονους εικοσι τεσσαρες, και επι τους θρονους εικοσι τεσσαρας πρεσβυτερους καθημενους περιβεβλημενους εν ιματιοις λευκοις, και επι τας κεφαλας αυτων στεφανους χρυσους.
  5. και εκ του θρονου εκπορευονται αστραπαι και φωναι και βρονται· και επτα λαμπαδες πυρος καιομεναι ενωπιον του θρονου, α εισιν τα επτα πνευματα του θεου,
  6. και ενωπιον του θρονου ως θαλασσα υαλινη ομοια κρυσταλλω. Και εν μεσω του θρονου και κυκλω του θρονου τεσσαρα ζωα γεμοντα οφθαλμων εμπροσθεν και οπισθεν·
  7. και το ζωον το πρωτον ομοιον λεοντι, και το δευτερον ζωον ομοιον μοσχω, και το τριτον ζωον εχων το προσωπον ως ανθρωπου, και το τεταρτον ζωον ομοιον αετω πετομενω.
  8. και τα τεσσαρα ζωα, εν καθ εν αυτων εχων ανα πτερυγας εξ, κυκλοθεν και εσωθεν γεμουσιν οφθαλμων· και αναπαυσιν ουκ εχουσιν ημερας και νυκτος λεγοντες, Αγιος αγιος αγιος κυριος ο θεος ο παντοκρατωρ, ο ην και ο ων και ο ερχομενος.
  9. και οταν δωσουσιν τα ζωα δοξαν και τιμην και ευχαριστιαν τω καθημενω επι τω θρονω, τω ζωντι εις τους αιωνας των αιωνων,
  10. πεσουνται οι εικοσι τεσσαρες πρεσβυτεροι ενωπιον του καθημενου επι του θρονου και προσκυνησουσιν τω ζωντι εις τους αιωνας των αιωνων, και βαλουσιν τους στεφανους αυτων ενωπιον του θρονου λεγοντες,
  11. Αξιος ει, ο κυριος και ο θεος ημων, λαβειν την δοξαν και την τιμην και την δυναμιν, οτι συ εκτισας τα παντα, και δια το θελημα σου ησαν και εκτισθησαν.