Acts.

Chapters 8-11.


Chapter 8.

  1. Σαυλος δε ην συνευδοκων τη αναιρεσει αυτου. Εγενετο δε εν εκεινη τη ημερα διωγμος μεγας επι την εκκλησιαν την εν Ιεροσολυμοις παντες δε διεσπαρησαν κατα τας χωρας της Ιουδαιας και Σαμαρειας πλην των αποστολων.
  2. συνεκομισαν δε τον Στεφανον ανδρες ευλαβεις και εποιησαν κοπετον μεγαν επ αυτω.
  3. Σαυλος δε ελυμαινετο την εκκλησιαν κατα τους οικους εισπορευομενος, συρων τε ανδρας και γυναικας παρεδιδου εις φυλακην.
  4. Οι μεν ουν διασπαρεντες διηλθον ευαγγελιζομενοι τον λογον.
  5. Φιλιππος δε κατελθων εις [την] πολιν της Σαμαρειας εκηρυσσεν αυτοις τον Χριστον.
  6. προσειχον δε οι οχλοι τοις λεγομενοις υπο του Φιλιππου ομοθυμαδον εν τω ακουειν αυτους και βλεπειν τα σημεια α εποιει
  7. πολλοι γαρ των εχοντων πνευματα ακαθαρτα βοωντα φωνη μεγαλη εξηρχοντο, πολλοι δε παραλελυμενοι και χωλοι εθεραπευθησαν
  8. εγενετο δε πολλη χαρα εν τη πολει εκεινη.
  9. Ανηρ δε τις ονοματι Σιμων προυπηρχεν εν τη πολει μαγευων και εξιστανων το εθνος της Σαμαρειας, λεγων ειναι τινα εαυτον μεγαν,
  10. ω προσειχον παντες απο μικρου εως μεγαλου λεγοντες, Ουτος εστιν η δυναμις του θεου η καλουμενη Μεγαλη.
  11. προσειχον δε αυτω δια το ικανω χρονω ταις μαγειαις εξεστακεναι αυτους.
  12. οτε δε επιστευσαν τω Φιλιππω ευαγγελιζομενω περι της βασιλειας του θεου και του ονοματος Ιησου Χριστου, εβαπτιζοντο ανδρες τε και γυναικες.
  13. ο δε Σιμων και αυτος επιστευσεν, και βαπτισθεις ην προσκαρτερων τω Φιλιππω, θεωρων τε σημεια και δυναμεις μεγαλας γινομενας εξιστατο.
  14. Ακουσαντες δε οι εν Ιεροσολυμοις αποστολοι οτι δεδεκται η Σαμαρεια τον λογον του θεου απεστειλαν προς αυτους Πετρον και Ιωαννην,
  15. οιτινες καταβαντες προσηυξαντο περι αυτων οπως λαβωσιν πνευμα αγιον
  16. ουδεπω γαρ ην επ ουδενι αυτων επιπεπτωκος, μονον δε βεβαπτισμενοι υπηρχον εις το ονομα του κυριου Ιησου.
  17. τοτε επετιθεσαν τας χειρας επ αυτους, και ελαμβανον πνευμα αγιον.
  18. ιδων δε ο Σιμων οτι δια της επιθεσεως των χειρων των αποστολων διδοται το πνευμα, προσηνεγκεν αυτοις χρηματα
  19. λεγων, Δοτε καμοι την εξουσιαν ταυτην ινα ω εαν επιθω τας χειρας λαμβανη πνευμα αγιον.
  20. Πετρος δε ειπεν προς αυτον, Το αργυριον σου συν σοι ειη εις απωλειαν, οτι την δωρεαν του θεου ενομισας δια χρηματων κτασθαι.
  21. ουκ εστιν σοι μερις ουδε κληρος εν τω λογω τουτω, η γαρ καρδια σου ουκ εστιν ευθεια εναντι του θεου.
  22. μετανοησον ουν απο της κακιας σου ταυτης, και δεηθητι του κυριου ει αρα αφεθησεται σοι η επινοια της καρδιας σου
  23. εις γαρ χολην πικριας και συνδεσμον αδικιας ορω σε οντα.
  24. αποκριθεις δε ο Σιμων ειπεν, Δεηθητε υμεις υπερ εμου προς τον κυριον οπως μηδεν επελθη επ εμε ων ειρηκατε.
  25. Οι μεν ουν διαμαρτυραμενοι και λαλησαντες τον λογον του κυριου υπεστρεφον εις Ιεροσολυμα, πολλας τε κωμας των Σαμαριτων ευηγγελιζοντο.
  26. Αγγελος δε κυριου ελαλησεν προς Φιλιππον λεγων, Αναστηθι και πορευου κατα μεσημβριαν επι την οδον την καταβαινουσαν απο Ιερουσαλημ εις Γαζαν αυτη εστιν ερημος.
  27. και αναστας επορευθη και ιδου ανηρ Αιθιοψ ευνουχος δυναστης Κανδακης βασιλισσης Αιθιοπων, ος ην επι πασης της γαζης αυτης, ος εληλυθει προσκυνησων εις Ιερουσαλημ,
  28. ην τε υποστρεφων και καθημενος επι του αρματος αυτου και ανεγινωσκεν τον προφητην Ησαιαν.
  29. ειπεν δε το πνευμα τω Φιλιππω, Προσελθε και κολληθητι τω αρματι τουτω.
  30. προσδραμων δε ο Φιλιππος ηκουσεν αυτου αναγινωσκοντος Ησαιαν τον προφητην, και ειπεν, Αρα γε γινωσκεις α αναγινωσκεις;
  31. ο δε ειπεν, Πως γαρ αν δυναιμην εαν μη τις οδηγησει με; παρεκαλεσεν τε τον Φιλιππον αναβαντα καθισαι συν αυτω.
  32. η δε περιοχη της γραφης ην ανεγινωσκεν ην αυτη Ως προβατον επι σφαγην ηχθη, και ως αμνος εναντιον του κειραντος αυτον αφωνος, ουτως ουκ ανοιγει το στομα αυτου.
  33. Εν τη ταπεινωσει [αυτου] η κρισις αυτου ηρθη την γενεαν αυτου τις διηγησεται; οτι αιρεται απο της γης η ζωη αυτου.
  34. Αποκριθεις δε ο ευνουχος τω Φιλιππω ειπεν, Δεομαι σου, περι τινος ο προφητης λεγει τουτο; περι εαυτου η περι ετερου τινος;
  35. ανοιξας δε ο Φιλιππος το στομα αυτου και αρξαμενος απο της γραφης ταυτης ευηγγελισατο αυτω τον Ιησουν.
  36. ως δε επορευοντο κατα την οδον, ηλθον επι τι υδωρ, και φησιν ο ευνουχος, Ιδου υδωρ τι κωλυει με βαπτισθηναι;
  37. και
  38. εκελευσεν στηναι το αρμα, και κατεβησαν αμφοτεροι εις το υδωρ ο τε Φιλιππος και ο ευνουχος, και εβαπτισεν αυτον.
  39. οτε δε ανεβησαν εκ του υδατος, πνευμα κυριου ηρπασεν τον Φιλιππον, και ουκ ειδεν αυτον ουκετι ο ευνουχος επορευετο γαρ την οδον αυτου χαιρων.
  40. Φιλιππος δε ευρεθη εις Αζωτον, και διερχομενος ευηγγελιζετο τας πολεις πασας εως του ελθειν αυτον εις Καισαρειαν.

Chapter 9.

  1. Ο δε Σαυλος, ετι εμπνεων απειλης και φονου εις τους μαθητας του κυριου, προσελθων τω αρχιερει
  2. ητησατο παρ αυτου επιστολας εις Δαμασκον προς τας συναγωγας, οπως εαν τινας ευρη της οδου οντας, ανδρας τε και γυναικας, δεδεμενους αγαγη εις Ιερουσαλημ.
  3. εν δε τω πορευεσθαι εγενετο αυτον εγγιζειν τη Δαμασκω, εξαιφνης τε αυτον περιηστραψεν φως εκ του ουρανου,
  4. και πεσων επι την γην ηκουσεν φωνην λεγουσαν αυτω, Σαουλ Σαουλ, τι με διωκεις;
  5. ειπεν δε, Τις ει, κυριε; ο δε, Εγω ειμι Ιησους ον συ διωκεις
  6. αλλα αναστηθι και εισελθε εις την πολιν, και λαληθησεται σοι ο τι σε δει ποιειν.
  7. οι δε ανδρες οι συνοδευοντες αυτω ειστηκεισαν ενεοι, ακουοντες μεν της φωνης μηδενα δε θεωρουντες.
  8. ηγερθη δε Σαυλος απο της γης, ανεωγμενων δε των οφθαλμων αυτου ουδεν εβλεπεν χειραγωγουντες δε αυτον εισηγαγον εις Δαμασκον.
  9. και ην ημερας τρεις μη βλεπων, και ουκ εφαγεν ουδε επιεν.
  10. Ην δε τις μαθητης εν Δαμασκω ονοματι Ανανιας, και ειπεν προς αυτον εν οραματι ο κυριος, Ανανια. ο δε ειπεν, Ιδου εγω, κυριε.
  11. ο δε κυριος προς αυτον, Αναστας πορευθητι επι την ρυμην την καλουμενην Ευθειαν και ζητησον εν οικια Ιουδα Σαυλον ονοματι Ταρσεα ιδου γαρ προσευχεται,
  12. και ειδεν ανδρα [εν οραματι] Ανανιαν ονοματι εισελθοντα και επιθεντα αυτω [τας] χειρας οπως αναβλεψη.
  13. απεκριθη δε Ανανιας, Κυριε, ηκουσα απο πολλων περι του ανδρος τουτου, οσα κακα τοις αγιοις σου εποιησεν εν Ιερουσαλημ
  14. και ωδε εχει εξουσιαν παρα των αρχιερεων δησαι παντας τους επικαλουμενους το ονομα σου.
  15. ειπεν δε προς αυτον ο κυριος, Πορευου, οτι σκευος εκλογης εστιν μοι ουτος του βαστασαι το ονομα μου ενωπιον εθνων τε και βασιλεων υιων τε Ισραηλ
  16. εγω γαρ υποδειξω αυτω οσα δει αυτον υπερ του ονοματος μου παθειν.
  17. Απηλθεν δε Ανανιας και εισηλθεν εις την οικιαν, και επιθεις επ αυτον τας χειρας ειπεν, Σαουλ αδελφε, ο κυριος απεσταλκεν με, Ιησους ο οφθεις σοι εν τη οδω η ηρχου, οπως αναβλεψης και πλησθης πνευματος αγιου.
  18. και ευθεως απεπεσαν αυτου απο των οφθαλμων ως λεπιδες, ανεβλεψεν τε, και αναστας εβαπτισθη,
  19. και λαβων τροφην ενισχυσεν. Εγενετο δε μετα των εν Δαμασκω μαθητων ημερας τινας,
  20. και ευθεως εν ταις συναγωγαις εκηρυσσεν τον Ιησουν οτι ουτος εστιν ο υιος του θεου.
  21. εξισταντο δε παντες οι ακουοντες και ελεγον, Ουχ ουτος εστιν ο πορθησας εις Ιερουσαλημ τους επικαλουμενους το ονομα τουτο, και ωδε εις τουτο εληλυθει ινα δεδεμενους αυτους αγαγη επι τους αρχιερεις;
  22. Σαυλος δε μαλλον ενεδυναμουτο και συνεχυννεν [τους] Ιουδαιους τους κατοικουντας εν Δαμασκω, συμβιβαζων οτι ουτος εστιν ο Χριστος.
  23. Ως δε επληρουντο ημεραι ικαναι, συνεβουλευσαντο οι Ιουδαιοι ανελειν αυτον
  24. εγνωσθη δε τω Σαυλω η επιβουλη αυτων. παρετηρουντο δε και τας πυλας ημερας τε και νυκτος οπως αυτον ανελωσιν
  25. λαβοντες δε οι μαθηται αυτου νυκτος δια του τειχους καθηκαν αυτον χαλασαντες εν σπυριδι.
  26. Παραγενομενος δε εις Ιερουσαλημ επειραζεν κολλασθαι τοις μαθηταις και παντες εφοβουντο αυτον, μη πιστευοντες οτι εστιν μαθητης.
  27. Βαρναβας δε επιλαβομενος αυτον ηγαγεν προς τους αποστολους, και διηγησατο αυτοις πως εν τη οδω ειδεν τον κυριον και οτι ελαλησεν αυτω, και πως εν Δαμασκω επαρρησιασατο εν τω ονοματι του Ιησου.
  28. και ην μετ αυτων εισπορευομενος και εκπορευομενος εις Ιερουσαλημ, παρρησιαζομενος εν τω ονοματι του κυριου,
  29. ελαλει τε και συνεζητει προς τους Ελληνιστας οι δε επεχειρουν ανελειν αυτον.
  30. επιγνοντες δε οι αδελφοι κατηγαγον αυτον εις Καισαρειαν και εξαπεστειλαν αυτον εις Ταρσον.
  31. Η μεν ουν εκκλησια καθ ολης της Ιουδαιας και Γαλιλαιας και Σαμαρειας ειχεν ειρηνην, οικοδομουμενη και πορευομενη τω φοβω του κυριου, και τη παρακλησει του αγιου πνευματος επληθυνετο.
  32. Εγενετο δε Πετρον διερχομενον δια παντων κατελθειν και προς τους αγιους τους κατοικουντας Λυδδα.
  33. ευρεν δε εκει ανθρωπον τινα ονοματι Αινεαν εξ ετων οκτω κατακειμενον επι κραβαττου, ος ην παραλελυμενος.
  34. και ειπεν αυτω ο Πετρος, Αινεα, ιαται σε Ιησους Χριστος αναστηθι και στρωσον σεαυτω. και ευθεως ανεστη.
  35. και ειδαν αυτον παντες οι κατοικουντες Λυδδα και τον Σαρωνα, οιτινες επεστρεψαν επι τον κυριον.
  36. Εν Ιοππη δε τις ην μαθητρια ονοματι Ταβιθα, η διερμηνευομενη λεγεται Δορκας αυτη ην πληρης εργων αγαθων και ελεημοσυνων ων εποιει.
  37. εγενετο δε εν ταις ημεραις εκειναις ασθενησασαν αυτην αποθανειν λουσαντες δε εθηκαν [αυτην] εν υπερωω.
  38. εγγυς δε ουσης Λυδδας τη Ιοππη οι μαθηται ακουσαντες οτι Πετρος εστιν εν αυτη απεστειλαν δυο ανδρας προς αυτον παρακαλουντες, Μη οκνησης διελθειν εως ημων.
  39. αναστας δε Πετρος συνηλθεν αυτοις ον παραγενομενον ανηγαγον εις το υπερωον, και παρεστησαν αυτω πασαι αι χηραι κλαιουσαι και επιδεικνυμεναι χιτωνας και ιματια οσα εποιει μετ αυτων ουσα η Δορκας.
  40. εκβαλων δε εξω παντας ο Πετρος και θεις τα γονατα προσηυξατο, και επιστρεψας προς το σωμα ειπεν, Ταβιθα, αναστηθι. η δε ηνοιξεν τους οφθαλμους αυτης, και ιδουσα τον Πετρον ανεκαθισεν.
  41. δους δε αυτη χειρα ανεστησεν αυτην, φωνησας δε τους αγιους και τας χηρας παρεστησεν αυτην ζωσαν.
  42. γνωστον δε εγενετο καθ ολης της Ιοππης, και επιστευσαν πολλοι επι τον κυριον.
  43. Εγενετο δε ημερας ικανας μειναι εν Ιοππη παρα τινι Σιμωνι βυρσει.

Chapter 10.

  1. Ανηρ δε τις εν Καισαρεια ονοματι Κορνηλιος, εκατονταρχης εκ σπειρης της καλουμενης Ιταλικης,
  2. ευσεβης και φοβουμενος τον θεον συν παντι τω οικω αυτου, ποιων ελεημοσυνας πολλας τω λαω και δεομενος του θεου δια παντος,
  3. ειδεν εν οραματι φανερως ωσει περι ωραν ενατην της ημερας αγγελον του θεου εισελθοντα προς αυτον και ειποντα αυτω, Κορνηλιε.
  4. ο δε ατενισας αυτω και εμφοβος γενομενος ειπεν, Τι εστιν, κυριε; ειπεν δε αυτω, Αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εις μνημοσυνον εμπροσθεν του θεου.
  5. και νυν πεμψον ανδρας εις Ιοππην και μεταπεμψαι Σιμωνα τινα ος επικαλειται Πετρος
  6. ουτος ξενιζεται παρα τινι Σιμωνι βυρσει, ω εστιν οικια παρα θαλασσαν.
  7. ως δε απηλθεν ο αγγελος ο λαλων αυτω, φωνησας δυο των οικετων και στρατιωτην ευσεβη των προσκαρτερουντων αυτω,
  8. και εξηγησαμενος απαντα αυτοις απεστειλεν αυτους εις την Ιοππην.
  9. Τη δε επαυριον οδοιπορουντων εκεινων και τη πολει εγγιζοντων ανεβη Πετρος επι το δωμα προσευξασθαι περι ωραν εκτην.
  10. εγενετο δε προσπεινος και ηθελεν γευσασθαι παρασκευαζοντων δε αυτων εγενετο επ αυτον εκστασις,
  11. και θεωρει τον ουρανον ανεωγμενον και καταβαινον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενον επι της γης,
  12. εν ω υπηρχεν παντα τα τετραποδα και ερπετα της γης και πετεινα του ουρανου.
  13. και εγενετο φωνη προς αυτον, Αναστας, Πετρε, θυσον και φαγε.
  14. ο δε Πετρος ειπεν, Μηδαμως, κυριε, οτι ουδεποτε εφαγον παν κοινον και ακαθαρτον.
  15. και φωνη παλιν εκ δευτερου προς αυτον, Α ο θεος εκαθαρισεν συ μη κοινου.
  16. τουτο δε εγενετο επι τρις, και ευθυς ανελημφθη το σκευος εις τον ουρανον.
  17. Ως δε εν εαυτω διηπορει ο Πετρος τι αν ειη το οραμα ο ειδεν, ιδου οι ανδρες οι απεσταλμενοι υπο του Κορνηλιου διερωτησαντες την οικιαν του Σιμωνος επεστησαν επι τον πυλωνα,
  18. και φωνησαντες επυνθανοντο ει Σιμων ο επικαλουμενος Πετρος ενθαδε ξενιζεται.
  19. του δε Πετρου διενθυμουμενου περι του οραματος ειπεν [αυτω] το πνευμα, Ιδου ανδρες τρεις ζητουντες σε
  20. αλλα αναστας καταβηθι και πορευου συν αυτοις μηδεν διακρινομενος, οτι εγω απεσταλκα αυτους.
  21. καταβας δε Πετρος προς τους ανδρας ειπεν, Ιδου εγω ειμι ον ζητειτε τις η αιτια δι ην παρεστε;
  22. οι δε ειπαν, Κορνηλιος εκατονταρχης, ανηρ δικαιος και φοβουμενος τον θεον μαρτυρουμενος τε υπο ολου του εθνους των Ιουδαιων, εχρηματισθη υπο αγγελου αγιου μεταπεμψασθαι σε εις τον οικον αυτου και ακουσαι ρηματα παρα σου.
  23. εισκαλεσαμενος ουν αυτους εξενισεν. Τη δε επαυριον αναστας εξηλθεν συν αυτοις, και τινες των αδελφων των απο Ιοππης συνηλθον αυτω.
  24. τη δε επαυριον εισηλθεν εις την Καισαρειαν ο δε Κορνηλιος ην προσδοκων αυτους, συγκαλεσαμενος τους συγγενεις αυτου και τους αναγκαιους φιλους.
  25. ως δε εγενετο του εισελθειν τον Πετρον, συναντησας αυτω ο Κορνηλιος πεσων επι τους ποδας προσεκυνησεν.
  26. ο δε Πετρος ηγειρεν αυτον λεγων, Αναστηθι και εγω αυτος ανθρωπος ειμι.
  27. και συνομιλων αυτω εισηλθεν, και ευρισκει συνεληλυθοτας πολλους,
  28. εφη τε προς αυτους, Υμεις επιστασθε ως αθεμιτον εστιν ανδρι Ιουδαιω κολλασθαι η προσερχεσθαι αλλοφυλω καμοι ο θεος εδειξεν μηδενα κοινον η ακαθαρτον λεγειν ανθρωπον
  29. διο και αναντιρρητως ηλθον μεταπεμφθεις. πυνθανομαι ουν τινι λογω μετεπεμψασθε με;
  30. και ο Κορνηλιος εφη, Απο τεταρτης ημερας μεχρι ταυτης της ωρας ημην την ενατην προσευχομενος εν τω οικω μου, και ιδου ανηρ εστη ενωπιον μου εν εσθητι λαμπρα
  31. και φησιν, Κορνηλιε, εισηκουσθη σου η προσευχη και αι ελεημοσυναι σου εμνησθησαν ενωπιον του θεου.
  32. πεμψον ουν εις Ιοππην και μετακαλεσαι Σιμωνα ος επικαλειται Πετρος ουτος ξενιζεται εν οικια Σιμωνος βυρσεως παρα θαλασσαν.
  33. εξαυτης ουν επεμψα προς σε, συ τε καλως εποιησας παραγενομενος. νυν ουν παντες ημεις ενωπιον του θεου παρεσμεν ακουσαι παντα τα προστεταγμενα σοι υπο του κυριου.
  34. Ανοιξας δε Πετρος το στομα ειπεν, Επ αληθειας καταλαμβανομαι οτι ουκ εστιν προσωπολημπτης ο θεος,
  35. αλλ εν παντι εθνει ο φοβουμενος αυτον και εργαζομενος δικαιοσυνην δεκτος αυτω εστιν.
  36. τον λογον [ον] απεστειλεν τοις υιοις Ισραηλ ευαγγελιζομενος ειρηνην δια Ιησου Χριστου ουτος εστιν παντων κυριος
  37. υμεις οιδατε, το γενομενον ρημα καθ ολης της Ιουδαιας, αρξαμενος απο της Γαλιλαιας μετα το βαπτισμα ο εκηρυξεν Ιωαννης,
  38. Ιησουν τον απο Ναζαρεθ, ως εχρισεν αυτον ο θεος πνευματι αγιω και δυναμει, ος διηλθεν ευεργετων και ιωμενος παντας τους καταδυναστευομενους υπο του διαβολου, οτι ο θεος ην μετ αυτου.
  39. και ημεις μαρτυρες παντων ων εποιησεν εν τε τη χωρα των Ιουδαιων και [εν] Ιερουσαλημ ον και ανειλαν κρεμασαντες επι ξυλου.
  40. τουτον ο θεος ηγειρεν [εν] τη τριτη ημερα και εδωκεν αυτον εμφανη γενεσθαι,
  41. ου παντι τω λαω αλλα μαρτυσιν τοις προκεχειροτονημενοις υπο του θεου, ημιν, οιτινες συνεφαγομεν και συνεπιομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων
  42. και παρηγγειλεν ημιν κηρυξαι τω λαω και διαμαρτυρασθαι οτι ουτος εστιν ο ωρισμενος υπο του θεου κριτης ζωντων και νεκρων.
  43. τουτω παντες οι προφηται μαρτυρουσιν, αφεσιν αμαρτιων λαβειν δια του ονοματος αυτου παντα τον πιστευοντα εις αυτον.
  44. Ετι λαλουντος του Πετρου τα ρηματα ταυτα επεπεσεν το πνευμα το αγιον επι παντας τους ακουοντας τον λογον.
  45. και εξεστησαν οι εκ περιτομης πιστοι οσοι συνηλθαν τω Πετρω, οτι και επι τα εθνη η δωρεα του αγιου πνευματος εκκεχυται
  46. ηκουον γαρ αυτων λαλουντων γλωσσαις και μεγαλυνοντων τον θεον. τοτε απεκριθη Πετρος,
  47. Μητι το υδωρ δυναται κωλυσαι τις του μη βαπτισθηναι τουτους οιτινες το πνευμα το αγιον ελαβον ως και ημεις;
  48. προσεταξεν δε αυτους εν τω ονοματι Ιησου Χριστου βαπτισθηναι. τοτε ηρωτησαν αυτον επιμειναι ημερας τινας.

Chapter 11.

  1. Ηκουσαν δε οι αποστολοι και οι αδελφοι οι οντες κατα την Ιουδαιαν οτι και τα εθνη εδεξαντο τον λογον του θεου.
  2. οτε δε ανεβη Πετρος εις Ιερουσαλημ, διεκρινοντο προς αυτον οι εκ περιτομης
  3. λεγοντες οτι Εισηλθες προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγες αυτοις.
  4. αρξαμενος δε Πετρος εξετιθετο αυτοις καθεξης λεγων,
  5. Εγω ημην εν πολει Ιοππη προσευχομενος και ειδον εν εκστασει οραμα, καταβαινον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενην εκ του ουρανου, και ηλθεν αχρι εμου
  6. εις ην ατενισας κατενοουν και ειδον τα τετραποδα της γης και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου.
  7. ηκουσα δε και φωνης λεγουσης μοι, Αναστας, Πετρε, θυσον και φαγε.
  8. ειπον δε, Μηδαμως, κυριε, οτι κοινον η ακαθαρτον ουδεποτε εισηλθεν εις το στομα μου.
  9. απεκριθη δε φωνη εκ δευτερου εκ του ουρανου, Α ο θεος εκαθαρισεν συ μη κοινου.
  10. τουτο δε εγενετο επι τρις, και ανεσπασθη παλιν απαντα εις τον ουρανον.
  11. και ιδου εξαυτης τρεις ανδρες επεστησαν επι την οικιαν εν η ημεν, απεσταλμενοι απο Καισαρειας προς με.
  12. ειπεν δε το πνευμα μοι συνελθειν αυτοις μηδεν διακριναντα. ηλθον δε συν εμοι και οι εξ αδελφοι ουτοι, και εισηλθομεν εις τον οικον του ανδρος
  13. απηγγειλεν δε ημιν πως ειδεν [τον] αγγελον εν τω οικω αυτου σταθεντα και ειποντα, Αποστειλον εις Ιοππην και μεταπεμψαι Σιμωνα τον επικαλουμενον Πετρον,
  14. ος λαλησει ρηματα προς σε εν οις σωθηση συ και πας ο οικος σου.
  15. εν δε τω αρξασθαι με λαλειν επεπεσεν το πνευμα το αγιον επ αυτους ωσπερ και εφ ημας εν αρχη.
  16. εμνησθην δε του ρηματος του κυριου ως ελεγεν, Ιωαννης μεν εβαπτισεν υδατι, υμεις δε βαπτισθησεσθε εν πνευματι αγιω.
  17. ει ουν την ισην δωρεαν εδωκεν αυτοις ο θεος ως και ημιν πιστευσασιν επι τον κυριον Ιησουν Χριστον, εγω τις ημην δυνατος κωλυσαι τον θεον;
  18. ακουσαντες δε ταυτα ησυχασαν και εδοξασαν τον θεον λεγοντες, Αρα και τοις εθνεσιν ο θεος την μετανοιαν εις ζωην εδωκεν.
  19. Οι μεν ουν διασπαρεντες απο της θλιψεως της γενομενης επι Στεφανω διηλθον εως Φοινικης και Κυπρου και Αντιοχειας, μηδενι λαλουντες τον λογον ει μη μονον Ιουδαιοις.
  20. ησαν δε τινες εξ αυτων ανδρες Κυπριοι και Κυρηναιοι, οιτινες ελθοντες εις Αντιοχειαν ελαλουν και προς τους Ελληνιστας, ευαγγελιζομενοι τον κυριον Ιησουν.
  21. και ην χειρ κυριου μετ αυτων, πολυς τε αριθμος ο πιστευσας επεστρεψεν επι τον κυριον.
  22. ηκουσθη δε ο λογος εις τα ωτα της εκκλησιας της ουσης εν Ιερουσαλημ περι αυτων, και εξαπεστειλαν Βαρναβαν [διελθειν] εως Αντιοχειας
  23. ος παραγενομενος και ιδων την χαριν [την] του θεου εχαρη και παρεκαλει παντας τη προθεσει της καρδιας προσμενειν τω κυριω,
  24. οτι ην ανηρ αγαθος και πληρης πνευματος αγιου και πιστεως. και προσετεθη οχλος ικανος τω κυριω.
  25. εξηλθεν δε εις Ταρσον αναζητησαι Σαυλον,
  26. και ευρων ηγαγεν εις Αντιοχειαν. εγενετο δε αυτοις και ενιαυτον ολον συναχθηναι εν τη εκκλησια και διδαξαι οχλον ικανον, χρηματισαι τε πρωτως εν Αντιοχεια τους μαθητας Χριστιανους.
  27. Εν ταυταις δε ταις ημεραις κατηλθον απο Ιεροσολυμων προφηται εις Αντιοχειαν
  28. αναστας δε εις εξ αυτων ονοματι Αγαβος εσημανεν δια του πνευματος λιμον μεγαλην μελλειν εσεσθαι εφ ολην την οικουμενην ητις εγενετο επι Κλαυδιου.
  29. των δε μαθητων καθως ευπορειτο τις ωρισαν εκαστος αυτων εις διακονιαν πεμψαι τοις κατοικουσιν εν τη Ιουδαια αδελφοις
  30. ο και εποιησαν αποστειλαντες προς τους πρεσβυτερους δια χειρος Βαρναβα και Σαυλου.