Acts.

Chapters 5-7.


Chapter 5.

  1. Ανηρ δε τις Ανανιας ονοματι συν Σαπφιρη τη γυναικι αυτου επωλησεν κτημα
  2. και ενοσφισατο απο της τιμης, συνειδυιης και της γυναικος, και ενεγκας μερος τι παρα τους ποδας των αποστολων εθηκεν.
  3. ειπεν δε ο Πετρος, Ανανια, δια τι επληρωσεν ο Σατανας την καρδιαν σου ψευσασθαι σε το πνευμα το αγιον και νοσφισασθαι απο της τιμης του χωριου;
  4. ουχι μενον σοι εμενεν και πραθεν εν τη ση εξουσια υπηρχεν; τι οτι εθου εν τη καρδια σου το πραγμα τουτο; ουκ εψευσω ανθρωποις αλλα τω θεω.
  5. ακουων δε ο Ανανιας τους λογους τουτους πεσων εξεψυξεν και εγενετο φοβος μεγας επι παντας τους ακουοντας.
  6. ανασταντες δε οι νεωτεροι συνεστειλαν αυτον και εξενεγκαντες εθαψαν.
  7. Εγενετο δε ως ωρων τριων διαστημα και η γυνη αυτου μη ειδυια το γεγονος εισηλθεν.
  8. απεκριθη δε προς αυτην Πετρος, Ειπε μοι, ει τοσουτου το χωριον απεδοσθε; η δε ειπεν, Ναι, τοσουτου.
  9. ο δε Πετρος προς αυτην, Τι οτι συνεφωνηθη υμιν πειρασαι το πνευμα κυριου; ιδου οι ποδες των θαψαντων τον ανδρα σου επι τη θυρα και εξοισουσιν σε.
  10. επεσεν δε παραχρημα προς τους ποδας αυτου και εξεψυξεν εισελθοντες δε οι νεανισκοι ευρον αυτην νεκραν, και εξενεγκαντες εθαψαν προς τον ανδρα αυτης.
  11. και εγενετο φοβος μεγας εφ ολην την εκκλησιαν και επι παντας τους ακουοντας ταυτα.
  12. Δια δε των χειρων των αποστολων εγινετο σημεια και τερατα πολλα εν τω λαω και ησαν ομοθυμαδον απαντες εν τη Στοα Σολομωντος.
  13. των δε λοιπων ουδεις ετολμα κολλασθαι αυτοις, αλλ εμεγαλυνεν αυτους ο λαος
  14. μαλλον δε προσετιθεντο πιστευοντες τω κυριω πληθη ανδρων τε και γυναικων,
  15. ωστε και εις τας πλατειας εκφερειν τους ασθενεις και τιθεναι επι κλιναριων και κραβαττων, ινα ερχομενου Πετρου καν η σκια επισκιαση τινι αυτων.
  16. συνηρχετο δε και το πληθος των περιξ πολεων Ιερουσαλημ, φεροντες ασθενεις και οχλουμενους υπο πνευματων ακαθαρτων, οιτινες εθεραπευοντο απαντες.
  17. Αναστας δε ο αρχιερευς και παντες οι συν αυτω, η ουσα αιρεσις των Σαδδουκαιων, επλησθησαν ζηλου
  18. και επεβαλον τας χειρας επι τους αποστολους και εθεντο αυτους εν τηρησει δημοσια.
  19. αγγελος δε κυριου δια νυκτος ανοιξας τας θυρας της φυλακης εξαγαγων τε αυτους ειπεν,
  20. Πορευεσθε και σταθεντες λαλειτε εν τω ιερω τω λαω παντα τα ρηματα της ζωης ταυτης.
  21. ακουσαντες δε εισηλθον υπο τον ορθρον εις το ιερον και εδιδασκον. Παραγενομενος δε ο αρχιερευς και οι συν αυτω συνεκαλεσαν το συνεδριον και πασαν την γερουσιαν των υιων Ισραηλ, και απεστειλαν εις το δεσμωτηριον αχθηναι αυτους.
  22. οι δε παραγενομενοι υπηρεται ουχ ευρον αυτους εν τη φυλακη, αναστρεψαντες δε απηγγειλαν
  23. λεγοντες οτι Το δεσμωτηριον ευρομεν κεκλεισμενον εν παση ασφαλεια και τους φυλακας εστωτας επι των θυρων, ανοιξαντες δε εσω, ουδενα ευρομεν.
  24. ως δε ηκουσαν τους λογους τουτους ο τε στρατηγος του ιερου και οι αρχιερεις, διηπορουν περι αυτων τι αν γενοιτο τουτο.
  25. παραγενομενος δε τις απηγγειλεν αυτοις οτι Ιδου οι ανδρες ους εθεσθε εν τη φυλακη εισιν εν τω ιερω εστωτες και διδασκοντες τον λαον.
  26. τοτε απελθων ο στρατηγος συν τοις υπηρεταις ηγεν αυτους, ου μετα βιας, εφοβουντο γαρ τον λαον, μη λιθασθωσιν.
  27. Αγαγοντες δε αυτους εστησαν εν τω συνεδριω. και επηρωτησεν αυτους ο αρχιερευς
  28. λεγων, [Ου] παραγγελια παρηγγειλαμεν υμιν μη διδασκειν επι τω ονοματι τουτω; και ιδου πεπληρωκατε την Ιερουσαλημ της διδαχης υμων, και βουλεσθε επαγαγειν εφ ημας το αιμα του ανθρωπου τουτου.
  29. αποκριθεις δε Πετρος και οι αποστολοι ειπαν, Πειθαρχειν δει θεω μαλλον η ανθρωποις.
  30. ο θεος των πατερων ημων ηγειρεν Ιησουν, ον υμεις διεχειρισασθε κρεμασαντες επι ξυλου
  31. τουτον ο θεος αρχηγον και σωτηρα υψωσεν τη δεξια αυτου, [του] δουναι μετανοιαν τω Ισραηλ και αφεσιν αμαρτιων.
  32. και ημεις εσμεν μαρτυρες των ρηματων τουτων, και το πνευμα το αγιον ο εδωκεν ο θεος τοις πειθαρχουσιν αυτω.
  33. Οι δε ακουσαντες διεπριοντο και εβουλοντο ανελειν αυτους.
  34. αναστας δε τις εν τω συνεδριω Φαρισαιος ονοματι Γαμαλιηλ, νομοδιδασκαλος τιμιος παντι τω λαω, εκελευσεν εξω βραχυ τους ανθρωπους ποιησαι,
  35. ειπεν τε προς αυτους, Ανδρες Ισραηλιται, προσεχετε εαυτοις επι τοις ανθρωποις τουτοις τι μελλετε πρασσειν.
  36. προ γαρ τουτων των ημερων ανεστη Θευδας, λεγων ειναι τινα εαυτον, ω προσεκλιθη ανδρων αριθμος ως τετρακοσιων ος ανηρεθη, και παντες οσοι επειθοντο αυτω διελυθησαν και εγενοντο εις ουδεν.
  37. μετα τουτον ανεστη Ιουδας ο Γαλιλαιος εν ταις ημεραις της απογραφης και απεστησεν λαον οπισω αυτου κακεινος απωλετο, και παντες οσοι επειθοντο αυτω διεσκορπισθησαν.
  38. και τα νυν λεγω υμιν, αποστητε απο των ανθρωπων τουτων και αφετε αυτους οτι εαν η εξ ανθρωπων η βουλη αυτη η το εργον τουτο, καταλυθησεται
  39. ει δε εκ θεου εστιν, ου δυνησεσθε καταλυσαι αυτους μηποτε και θεομαχοι ευρεθητε. επεισθησαν δε αυτω,
  40. και προσκαλεσαμενοι τους αποστολους δειραντες παρηγγειλαν μη λαλειν επι τω ονοματι του Ιησου και απελυσαν.
  41. Οι μεν ουν επορευοντο χαιροντες απο προσωπου του συνεδριου οτι κατηξιωθησαν υπερ του ονοματος ατιμασθηναι
  42. πασαν τε ημεραν εν τω ιερω και κατ οικον ουκ επαυοντο διδασκοντες και ευαγγελιζομενοι τον Χριστον, Ιησουν.

Chapter 6.

  1. Εν δε ταις ημεραις ταυταις πληθυνοντων των μαθητων εγενετο γογγυσμος των Ελληνιστων προς τους Εβραιους, οτι παρεθεωρουντο εν τη διακονια τη καθημερινη αι χηραι αυτων.
  2. προσκαλεσαμενοι δε οι δωδεκα το πληθος των μαθητων ειπαν, Ουκ αρεστον εστιν ημας καταλειψαντας τον λογον του θεου διακονειν τραπεζαις
  3. επισκεψασθε δε, αδελφοι, ανδρας εξ υμων μαρτυρουμενους επτα πληρεις πνευματος και σοφιας, ους καταστησομεν επι της χρειας ταυτης
  4. ημεις δε τη προσευχη και τη διακονια του λογου προσκαρτερησομεν.
  5. και ηρεσεν ο λογος ενωπιον παντος του πληθους, και εξελεξαντο Στεφανον, ανδρα πληρης πιστεως και πνευματος αγιου, και Φιλιππον και Προχορον και Νικανορα και Τιμωνα και Παρμεναν και Νικολαον προσηλυτον Αντιοχεα,
  6. ους εστησαν ενωπιον των αποστολων, και προσευξαμενοι επεθηκαν αυτοις τας χειρας.
  7. Και ο λογος του θεου ηυξανεν, και επληθυνετο ο αριθμος των μαθητων εν Ιερουσαλημ σφοδρα, πολυς τε οχλος των ιερεων υπηκουον τη πιστει.
  8. Στεφανος δε πληρης χαριτος και δυναμεως εποιει τερατα και σημεια μεγαλα εν τω λαω.
  9. ανεστησαν δε τινες των εκ της συναγωγης της λεγομενης Λιβερτινων και Κυρηναιων και Αλεξανδρεων και των απο Κιλικιας και Ασιας συζητουντες τω Στεφανω,
  10. και ουκ ισχυον αντιστηναι τη σοφια και τω πνευματι ω ελαλει.
  11. τοτε υπεβαλον ανδρας λεγοντας οτι Ακηκοαμεν αυτου λαλουντος ρηματα βλασφημα εις Μωυσην και τον θεον
  12. συνεκινησαν τε τον λαον και τους πρεσβυτερους και τους γραμματεις, και επισταντες συνηρπασαν αυτον και ηγαγον εις το συνεδριον,
  13. εστησαν τε μαρτυρας ψευδεις λεγοντας, Ο ανθρωπος ουτος ου παυεται λαλων ρηματα κατα του τοπου του αγιου [τουτου] και του νομου
  14. ακηκοαμεν γαρ αυτου λεγοντος οτι Ιησους ο Ναζωραιος ουτος καταλυσει τον τοπον τουτον και αλλαξει τα εθη α παρεδωκεν ημιν Μωυσης.
  15. και ατενισαντες εις αυτον παντες οι καθεζομενοι εν τω συνεδριω ειδον το προσωπον αυτου ωσει προσωπον αγγελου.

Chapter 7.

  1. Ειπεν δε ο αρχιερευς, Ει ταυτα ουτως εχει;
  2. ο δε εφη, Ανδρες αδελφοι και πατερες, ακουσατε. Ο θεος της δοξης ωφθη τω πατρι ημων Αβρααμ οντι εν τη Μεσοποταμια πριν η κατοικησαι αυτον εν Χαρραν,
  3. και ειπεν προς αυτον, Εξελθε εκ της γης σου και [εκ] της συγγενειας σου, και δευρο εις την γην ην αν σοι δειξω.
  4. τοτε εξελθων εκ γης Χαλδαιων κατωκησεν εν Χαρραν. κακειθεν μετα το αποθανειν τον πατερα αυτου μετωκισεν αυτον εις την γην ταυτην εις ην υμεις νυν κατοικειτε,
  5. και ουκ εδωκεν αυτω κληρονομιαν εν αυτη ουδε βημα ποδος, και επηγγειλατο δουναι αυτω εις κατασχεσιν αυτην και τω σπερματι αυτου μετ αυτον, ουκ οντος αυτω τεκνου.
  6. ελαλησεν δε ουτως ο θεος οτι εσται το σπερμα αυτου παροικον εν γη αλλοτρια, και δουλωσουσιν αυτο και κακωσουσιν ετη τετρακοσια
  7. και το εθνος ω εαν δουλευσουσιν κρινω εγω, ο θεος ειπεν, και μετα ταυτα εξελευσονται και λατρευσουσιν μοι εν τω τοπω τουτω.
  8. και εδωκεν αυτω διαθηκην περιτομης και ουτως εγεννησεν τον Ισαακ και περιετεμεν αυτον τη ημερα τη ογδοη, και Ισαακ τον Ιακωβ, και Ιακωβ τους δωδεκα πατριαρχας.
  9. Και οι πατριαρχαι ζηλωσαντες τον Ιωσηφ απεδοντο εις Αιγυπτον και ην ο θεος μετ αυτου,
  10. και εξειλατο αυτον εκ πασων των θλιψεων αυτου, και εδωκεν αυτω χαριν και σοφιαν εναντιον Φαραω βασιλεως Αιγυπτου, και κατεστησεν αυτον ηγουμενον επ Αιγυπτον και [εφ] ολον τον οικον αυτου.
  11. ηλθεν δε λιμος εφ ολην την Αιγυπτον και Χανααν και θλιψις μεγαλη, και ουχ ηυρισκον χορτασματα οι πατερες ημων.
  12. ακουσας δε Ιακωβ οντα σιτια εις Αιγυπτον εξαπεστειλεν τους πατερας ημων πρωτον
  13. και εν τω δευτερω ανεγνωρισθη Ιωσηφ τοις αδελφοις αυτου, και φανερον εγενετο τω Φαραω το γενος [του] Ιωσηφ.
  14. αποστειλας δε Ιωσηφ μετεκαλεσατο Ιακωβ τον πατερα αυτου και πασαν την συγγενειαν εν ψυχαις εβδομηκοντα πεντε,
  15. και κατεβη Ιακωβ εις Αιγυπτον. και ετελευτησεν αυτος και οι πατερες ημων,
  16. και μετετεθησαν εις Συχεμ και ετεθησαν εν τω μνηματι ω ωνησατο Αβρααμ τιμης αργυριου παρα των υιων Εμμωρ εν Συχεμ.
  17. Καθως δε ηγγιζεν ο χρονος της επαγγελιας ης ωμολογησεν ο θεος τω Αβρααμ, ηυξησεν ο λαος και επληθυνθη εν Αιγυπτω,
  18. αχρι ου ανεστη βασιλευς ετερος [επ Αιγυπτον] ος ουκ ηδει τον Ιωσηφ.
  19. ουτος κατασοφισαμενος το γενος ημων εκακωσεν τους πατερας [ημων] του ποιειν τα βρεφη εκθετα αυτων εις το μη ζωογονεισθαι.
  20. εν ω καιρω εγεννηθη Μωυσης, και ην αστειος τω θεω ος ανετραφη μηνας τρεις εν τω οικω του πατρος
  21. εκτεθεντος δε αυτου ανειλατο αυτον η θυγατηρ Φαραω και ανεθρεψατο αυτον εαυτη εις υιον.
  22. και επαιδευθη Μωυσης [εν] παση σοφια Αιγυπτιων, ην δε δυνατος εν λογοις και εργοις αυτου.
  23. Ως δε επληρουτο αυτω τεσσερακονταετης χρονος, ανεβη επι την καρδιαν αυτου επισκεψασθαι τους αδελφους αυτου τους υιους Ισραηλ.
  24. και ιδων τινα αδικουμενον ημυνατο και εποιησεν εκδικησιν τω καταπονουμενω παταξας τον Αιγυπτιον.
  25. ενομιζεν δε συνιεναι τους αδελφους [αυτου] οτι ο θεος δια χειρος αυτου διδωσιν σωτηριαν αυτοις, οι δε ου συνηκαν.
  26. τη τε επιουση ημερα ωφθη αυτοις μαχομενοις και συνηλλασσεν αυτους εις ειρηνην ειπων, Ανδρες, αδελφοι εστε ινατι αδικειτε αλληλους;
  27. ο δε αδικων τον πλησιον απωσατο αυτον ειπων, Τις σε κατεστησεν αρχοντα και δικαστην εφ ημων;
  28. μη ανελειν με συ θελεις ον τροπον ανειλες εχθες τον Αιγυπτιον;
  29. εφυγεν δε Μωυσης εν τω λογω τουτω, και εγενετο παροικος εν γη Μαδιαμ, ου εγεννησεν υιους δυο.
  30. Και πληρωθεντων ετων τεσσερακοντα ωφθη αυτω εν τη ερημω του ορους Σινα αγγελος εν φλογι πυρος βατου.
  31. ο δε Μωυσης ιδων εθαυμαζεν το οραμα προσερχομενου δε αυτου κατανοησαι εγενετο φωνη κυριου,
  32. Εγω ο θεος των πατερων σου, ο θεος Αβρααμ και Ισαακ και Ιακωβ. εντρομος δε γενομενος Μωυσης ουκ ετολμα κατανοησαι.
  33. ειπεν δε αυτω ο κυριος, Λυσον το υποδημα των ποδων σου, ο γαρ τοπος εφ ω εστηκας γη αγια εστιν.
  34. ιδων ειδον την κακωσιν του λαου μου του εν Αιγυπτω, και του στεναγμου αυτων ηκουσα, και κατεβην εξελεσθαι αυτους και νυν δευρο αποστειλω σε εις Αιγυπτον.
  35. Τουτον τον Μωυσην, ον ηρνησαντο ειποντες, Τις σε κατεστησεν αρχοντα και δικαστην; τουτον ο θεος [και] αρχοντα και λυτρωτην απεσταλκεν συν χειρι αγγελου του οφθεντος αυτω εν τη βατω.
  36. ουτος εξηγαγεν αυτους ποιησας τερατα και σημεια εν γη Αιγυπτω και εν Ερυθρα Θαλασση και εν τη ερημω ετη τεσσερακοντα.
  37. ουτος εστιν ο Μωυσης ο ειπας τοις υιοις Ισραηλ, Προφητην υμιν αναστησει ο θεος εκ των αδελφων υμων ως εμε.
  38. ουτος εστιν ο γενομενος εν τη εκκλησια εν τη ερημω μετα του αγγελου του λαλουντος αυτω εν τω ορει Σινα και των πατερων ημων, ος εδεξατο λογια ζωντα δουναι ημιν,
  39. ω ουκ ηθελησαν υπηκοοι γενεσθαι οι πατερες ημων αλλα απωσαντο και εστραφησαν εν ταις καρδιαις αυτων εις Αιγυπτον,
  40. ειποντες τω Ααρων, Ποιησον ημιν θεους οι προπορευσονται ημων ο γαρ Μωυσης ουτος, ος εξηγαγεν ημας εκ γης Αιγυπτου, ουκ οιδαμεν τι εγενετο αυτω.
  41. και εμοσχοποιησαν εν ταις ημεραις εκειναις και ανηγαγον θυσιαν τω ειδωλω, και ευφραινοντο εν τοις εργοις των χειρων αυτων.
  42. εστρεψεν δε ο θεος και παρεδωκεν αυτους λατρευειν τη στρατια του ουρανου, καθως γεγραπται εν βιβλω των προφητων, Μη σφαγια και θυσιας προσηνεγκατε μοι ετη τεσσερακοντα εν τη ερημω, οικος Ισραηλ;
  43. και ανελαβετε την σκηνην του Μολοχ και το αστρον του θεου [υμων] Ραιφαν, τους τυπους ους εποιησατε προσκυνειν αυτοις και μετοικιω υμας επεκεινα Βαβυλωνος.
  44. Η σκηνη του μαρτυριου ην τοις πατρασιν ημων εν τη ερημω, καθως διεταξατο ο λαλων τω Μωυση ποιησαι αυτην κατα τον τυπον ον εωρακει,
  45. ην και εισηγαγον διαδεξαμενοι οι πατερες ημων μετα Ιησου εν τη κατασχεσει των εθνων ων εξωσεν ο θεος απο προσωπου των πατερων ημων εως των ημερων Δαυιδ,
  46. ος ευρεν χαριν ενωπιον του θεου και ητησατο ευρειν σκηνωμα τω οικω Ιακωβ.
  47. Σολομων δε οικοδομησεν αυτω οικον.
  48. αλλ ουχ ο υψιστος εν χειροποιητοις κατοικει καθως ο προφητης λεγει,
  49. Ο ουρανος μοι θρονος, η δε γη υποποδιον των ποδων μου ποιον οικον οικοδομησετε μοι, λεγει κυριος, η τις τοπος της καταπαυσεως μου;
  50. ουχι η χειρ μου εποιησεν ταυτα παντα;
  51. Σκληροτραχηλοι και απεριτμητοι καρδιαις και τοις ωσιν, υμεις αει τω πνευματι τω αγιω αντιπιπτετε, ως οι πατερες υμων και υμεις.
  52. τινα των προφητων ουκ εδιωξαν οι πατερες υμων; και απεκτειναν τους προκαταγγειλαντας περι της ελευσεως του δικαιου ου νυν υμεις προδοται και φονεις εγενεσθε,
  53. οιτινες ελαβετε τον νομον εις διαταγας αγγελων, και ουκ εφυλαξατε.
  54. Ακουοντες δε ταυτα διεπριοντο ταις καρδιαις αυτων και εβρυχον τους οδοντας επ αυτον.
  55. υπαρχων δε πληρης πνευματος αγιου ατενισας εις τον ουρανον ειδεν δοξαν θεου και Ιησουν εστωτα εκ δεξιων του θεου,
  56. και ειπεν, Ιδου θεωρω τους ουρανους διηνοιγμενους και τον υιον του ανθρωπου εκ δεξιων εστωτα του θεου.
  57. κραξαντες δε φωνη μεγαλη συνεσχον τα ωτα αυτων, και ωρμησαν ομοθυμαδον επ αυτον,
  58. και εκβαλοντες εξω της πολεως ελιθοβολουν. και οι μαρτυρες απεθεντο τα ιματια αυτων παρα τους ποδας νεανιου καλουμενου Σαυλου.
  59. και ελιθοβολουν τον Στεφανον επικαλουμενον και λεγοντα, Κυριε Ιησου, δεξαι το πνευμα μου.
  60. θεις δε τα γονατα εκραξεν φωνη μεγαλη, Κυριε, μη στησης αυτοις ταυτην την αμαρτιαν. και τουτο ειπων εκοιμηθη.