Acts.

Chapters 26-28.


Chapter 26.

  1. Αγριππας δε προς τον Παυλον εφη, Επιτρεπεται σοι περι σεαυτου λεγειν. τοτε ο Παυλος εκτεινας την χειρα απελογειτο,
  2. Περι παντων ων εγκαλουμαι υπο Ιουδαιων, βασιλευ Αγριππα, ηγημαι εμαυτον μακαριον επι σου μελλων σημερον απολογεισθαι,
  3. μαλιστα γνωστην οντα σε παντων των κατα Ιουδαιους εθων τε και ζητηματων διο δεομαι μακροθυμως ακουσαι μου.
  4. Την μεν ουν βιωσιν μου [την] εκ νεοτητος την απ αρχης γενομενην εν τω εθνει μου εν τε Ιεροσολυμοις ισασι παντες [οι] Ιουδαιοι,
  5. προγινωσκοντες με ανωθεν, εαν θελωσι μαρτυρειν, οτι κατα την ακριβεστατην αιρεσιν της ημετερας θρησκειας εζησα Φαρισαιος.
  6. και νυν επ ελπιδι της εις τους πατερας ημων επαγγελιας γενομενης υπο του θεου εστηκα κρινομενος,
  7. εις ην το δωδεκαφυλον ημων εν εκτενεια νυκτα και ημεραν λατρευον ελπιζει καταντησαι περι ης ελπιδος εγκαλουμαι υπο Ιουδαιων, βασιλευ.
  8. τι απιστον κρινεται παρ υμιν ει ο θεος νεκρους εγειρει;
  9. εγω μεν ουν εδοξα εμαυτω προς το ονομα Ιησου του Ναζωραιου δειν πολλα εναντια πραξαι
  10. ο και εποιησα εν Ιεροσολυμοις, και πολλους τε των αγιων εγω εν φυλακαις κατεκλεισα την παρα των αρχιερεων εξουσιαν λαβων, αναιρουμενων τε αυτων κατηνεγκα ψηφον,
  11. και κατα πασας τας συναγωγας πολλακις τιμωρων αυτους ηναγκαζον βλασφημειν, περισσως τε εμμαινομενος αυτοις εδιωκον εως και εις τας εξω πολεις.
  12. Εν οις πορευομενος εις την Δαμασκον μετ εξουσιας και επιτροπης της των αρχιερεων
  13. ημερας μεσης κατα την οδον ειδον, βασιλευ, ουρανοθεν υπερ την λαμπροτητα του ηλιου περιλαμψαν με φως και τους συν εμοι πορευομενους
  14. παντων τε καταπεσοντων ημων εις την γην ηκουσα φωνην λεγουσαν προς με τη Εβραιδι διαλεκτω, Σαουλ Σαουλ, τι με διωκεις; σκληρον σοι προς κεντρα λακτιζειν.
  15. εγω δε ειπα, Τις ει, κυριε; ο δε κυριος ειπεν, Εγω ειμι Ιησους ον συ διωκεις.
  16. αλλα αναστηθι και στηθι επι τους ποδας σου εις τουτο γαρ ωφθην σοι, προχειρισασθαι σε υπηρετην και μαρτυρα ων τε ειδες [με] ων τε οφθησομαι σοι,
  17. εξαιρουμενος σε εκ του λαου και εκ των εθνων, εις ους εγω αποστελλω σε
  18. ανοιξαι οφθαλμους αυτων, του επιστρεψαι απο σκοτους εις φως και της εξουσιας του Σατανα επι τον θεον, του λαβειν αυτους αφεσιν αμαρτιων και κληρον εν τοις ηγιασμενοις πιστει τη εις εμε.
  19. Οθεν, βασιλευ Αγριππα, ουκ εγενομην απειθης τη ουρανιω οπτασια,
  20. αλλα τοις εν Δαμασκω πρωτον τε και Ιεροσολυμοις, πασαν τε την χωραν της Ιουδαιας και τοις εθνεσιν απηγγελλον μετανοειν και επιστρεφειν επι τον θεον, αξια της μετανοιας εργα πρασσοντας.
  21. ενεκα τουτων με Ιουδαιοι συλλαβομενοι [οντα] εν τω ιερω επειρωντο διαχειρισασθαι.
  22. επικουριας ουν τυχων της απο του θεου αχρι της ημερας ταυτης εστηκα μαρτυρομενος μικρω τε και μεγαλω, ουδεν εκτος λεγων ων τε οι προφηται ελαλησαν μελλοντων γινεσθαι και Μωυσης,
  23. ει παθητος ο Χριστος, ει πρωτος εξ αναστασεως νεκρων φως μελλει καταγγελλειν τω τε λαω και τοις εθνεσιν.
  24. Ταυτα δε αυτου απολογουμενου ο Φηστος μεγαλη τη φωνη φησιν, Μαινη, Παυλε τα πολλα σε γραμματα εις μανιαν περιτρεπει.
  25. ο δε Παυλος, Ου μαινομαι, φησιν, κρατιστε Φηστε, αλλα αληθειας και σωφροσυνης ρηματα αποφθεγγομαι.
  26. επισταται γαρ περι τουτων ο βασιλευς, προς ον και παρρησιαζομενος λαλω λανθανειν γαρ αυτον [τι] τουτων ου πειθομαι ουθεν, ου γαρ εστιν εν γωνια πεπραγμενον τουτο.
  27. πιστευεις, βασιλευ Αγριππα, τοις προφηταις; οιδα οτι πιστευεις.
  28. ο δε Αγριππας προς τον Παυλον, Εν ολιγω με πειθεις Χριστιανον ποιησαι.
  29. ο δε Παυλος, Ευξαιμην αν τω θεω και εν ολιγω και εν μεγαλω ου μονον σε αλλα και παντας τους ακουοντας μου σημερον γενεσθαι τοιουτους οποιος και εγω ειμι, παρεκτος των δεσμων τουτων.
  30. Ανεστη τε ο βασιλευς και ο ηγεμων η τε Βερνικη και οι συγκαθημενοι αυτοις,
  31. και αναχωρησαντες ελαλουν προς αλληλους λεγοντες οτι Ουδεν θανατου η δεσμων αξιον [τι] πρασσει ο ανθρωπος ουτος.
  32. Αγριππας δε τω Φηστω εφη, Απολελυσθαι εδυνατο ο ανθρωπος ουτος ει μη επεκεκλητο Καισαρα.

Chapter 27.

  1. Ως δε εκριθη του αποπλειν ημας εις την Ιταλιαν, παρεδιδουν τον τε Παυλον και τινας ετερους δεσμωτας εκατονταρχη ονοματι Ιουλιω σπειρης Σεβαστης.
  2. επιβαντες δε πλοιω Αδραμυττηνω μελλοντι πλειν εις τους κατα την Ασιαν τοπους ανηχθημεν, οντος συν ημιν Αρισταρχου Μακεδονος Θεσσαλονικεως
  3. τη τε ετερα κατηχθημεν εις Σιδωνα, φιλανθρωπως τε ο Ιουλιος τω Παυλω χρησαμενος επετρεψεν προς τους φιλους πορευθεντι επιμελειας τυχειν.
  4. κακειθεν αναχθεντες υπεπλευσαμεν την Κυπρον δια το τους ανεμους ειναι εναντιους,
  5. το τε πελαγος το κατα την Κιλικιαν και Παμφυλιαν διαπλευσαντες κατηλθομεν εις Μυρα της Λυκιας.
  6. κακει ευρων ο εκατονταρχης πλοιον Αλεξανδρινον πλεον εις την Ιταλιαν ενεβιβασεν ημας εις αυτο.
  7. εν ικαναις δε ημεραις βραδυπλοουντες και μολις γενομενοι κατα την Κνιδον, μη προσεωντος ημας του ανεμου, υπεπλευσαμεν την Κρητην κατα Σαλμωνην,
  8. μολις τε παραλεγομενοι αυτην ηλθομεν εις τοπον τινα καλουμενον Καλους Λιμενας, ω εγγυς πολις ην Λασαια.
  9. Ικανου δε χρονου διαγενομενου και οντος ηδη επισφαλους του πλοος δια το και την νηστειαν ηδη παρεληλυθεναι, παρηνει ο Παυλος
  10. λεγων αυτοις, Ανδρες, θεωρω οτι μετα υβρεως και πολλης ζημιας ου μονον του φορτιου και του πλοιου αλλα και των ψυχων ημων μελλειν εσεσθαι τον πλουν.
  11. ο δε εκατονταρχης τω κυβερνητη και τω ναυκληρω μαλλον επειθετο η τοις υπο Παυλου λεγομενοις.
  12. ανευθετου δε του λιμενος υπαρχοντος προς παραχειμασιαν οι πλειονες εθεντο βουλην αναχθηναι εκειθεν, ει πως δυναιντο καταντησαντες εις Φοινικα παραχειμασαι, λιμενα της Κρητης βλεποντα κατα λιβα και κατα χωρον.
  13. Υποπνευσαντος δε νοτου δοξαντες της προθεσεως κεκρατηκεναι, αραντες ασσον παρελεγοντο την Κρητην.
  14. μετ ου πολυ δε εβαλεν κατ αυτης ανεμος τυφωνικος ο καλουμενος Ευρακυλων
  15. συναρπασθεντος δε του πλοιου και μη δυναμενου αντοφθαλμειν τω ανεμω επιδοντες εφερομεθα.
  16. νησιον δε τι υποδραμοντες καλουμενον Καυδα ισχυσαμεν μολις περικρατεις γενεσθαι της σκαφης,
  17. ην αραντες βοηθειαις εχρωντο υποζωννυντες το πλοιον φοβουμενοι τε μη εις την Συρτιν εκπεσωσιν, χαλασαντες το σκευος, ουτως εφεροντο.
  18. σφοδρως δε χειμαζομενων ημων τη εξης εκβολην εποιουντο,
  19. και τη τριτη αυτοχειρες την σκευην του πλοιου ερριψαν.
  20. μητε δε ηλιου μητε αστρων επιφαινοντων επι πλειονας ημερας, χειμωνος τε ουκ ολιγου επικειμενου, λοιπον περιηρειτο ελπις πασα του σωζεσθαι ημας.
  21. Πολλης τε ασιτιας υπαρχουσης τοτε σταθεις ο Παυλος εν μεσω αυτων ειπεν, Εδει μεν, ω ανδρες, πειθαρχησαντας μοι μη αναγεσθαι απο της Κρητης κερδησαι τε την υβριν ταυτην και την ζημιαν.
  22. και τα νυν παραινω υμας ευθυμειν, αποβολη γαρ ψυχης ουδεμια εσται εξ υμων πλην του πλοιου
  23. παρεστη γαρ μοι ταυτη τη νυκτι του θεου ου ειμι [εγω], ω και λατρευω, αγγελος
  24. λεγων, Μη φοβου, Παυλε Καισαρι σε δει παραστηναι, και ιδου κεχαρισται σοι ο θεος παντας τους πλεοντας μετα σου.
  25. διο ευθυμειτε, ανδρες πιστευω γαρ τω θεω οτι ουτως εσται καθ ον τροπον λελαληται μοι.
  26. εις νησον δε τινα δει ημας εκπεσειν.
  27. Ως δε τεσσαρεσκαιδεκατη νυξ εγενετο διαφερομενων ημων εν τω Αδρια, κατα μεσον της νυκτος υπενοουν οι ναυται προσαγειν τινα αυτοις χωραν.
  28. και βολισαντες ευρον οργυιας εικοσι, βραχυ δε διαστησαντες και παλιν βολισαντες ευρον οργυιας δεκαπεντε
  29. φοβουμενοι τε μη που κατα τραχεις τοπους εκπεσωμεν, εκ πρυμνης ριψαντες αγκυρας τεσσαρας ηυχοντο ημεραν γενεσθαι.
  30. των δε ναυτων ζητουντων φυγειν εκ του πλοιου και χαλασαντων την σκαφην εις την θαλασσαν προφασει ως εκ πρωρης αγκυρας μελλοντων εκτεινειν,
  31. ειπεν ο Παυλος τω εκατονταρχη και τοις στρατιωταις, Εαν μη ουτοι μεινωσιν εν τω πλοιω, υμεις σωθηναι ου δυνασθε.
  32. τοτε απεκοψαν οι στρατιωται τα σχοινια της σκαφης και ειασαν αυτην εκπεσειν.
  33. Αχρι δε ου ημερα ημελλεν γινεσθαι παρεκαλει ο Παυλος απαντας μεταλαβειν τροφης λεγων, Τεσσαρεσκαιδεκατην σημερον ημεραν προσδοκωντες ασιτοι διατελειτε, μηθεν προσλαβομενοι
  34. διο παρακαλω υμας μεταλαβειν τροφης, τουτο γαρ προς της υμετερας σωτηριας υπαρχει ουδενος γαρ υμων θριξ απο της κεφαλης απολειται.
  35. ειπας δε ταυτα και λαβων αρτον ευχαριστησεν τω θεω ενωπιον παντων και κλασας ηρξατο εσθιειν.
  36. ευθυμοι δε γενομενοι παντες και αυτοι προσελαβοντο τροφης.
  37. ημεθα δε αι πασαι ψυχαι εν τω πλοιω διακοσιαι εβδομηκοντα εξ.
  38. κορεσθεντες δε τροφης εκουφιζον το πλοιον εκβαλλομενοι τον σιτον εις την θαλασσαν.
  39. Οτε δε ημερα εγενετο, την γην ουκ επεγινωσκον, κολπον δε τινα κατενοουν εχοντα αιγιαλον εις ον εβουλευοντο ει δυναιντο εξωσαι το πλοιον.
  40. και τας αγκυρας περιελοντες ειων εις την θαλασσαν, αμα ανεντες τας ζευκτηριας των πηδαλιων, και επαραντες τον αρτεμωνα τη πνεουση κατειχον εις τον αιγιαλον.
  41. περιπεσοντες δε εις τοπον διθαλασσον επεκειλαν την ναυν, και η μεν πρωρα ερεισασα εμεινεν ασαλευτος, η δε πρυμνα ελυετο υπο της βιας [των κυματων].
  42. των δε στρατιωτων βουλη εγενετο ινα τους δεσμωτας αποκτεινωσιν, μη τις εκκολυμβησας διαφυγη
  43. ο δε εκατονταρχης βουλομενος διασωσαι τον Παυλον εκωλυσεν αυτους του βουληματος, εκελευσεν τε τους δυναμενους κολυμβαν αποριψαντας πρωτους επι την γην εξιεναι,
  44. και τους λοιπους ους μεν επι σανισιν ους δε επι τινων των απο του πλοιου και ουτως εγενετο παντας διασωθηναι επι την γην.

Chapter 28.

  1. Και διασωθεντες τοτε επεγνωμεν οτι Μελιτη η νησος καλειται.
  2. οι τε βαρβαροι παρειχον ου την τυχουσαν φιλανθρωπιαν ημιν, αψαντες γαρ πυραν προσελαβοντο παντας ημας δια τον υετον τον εφεστωτα και δια το ψυχος.
  3. συστρεψαντος δε του Παυλου φρυγανων τι πληθος και επιθεντος επι την πυραν, εχιδνα απο της θερμης εξελθουσα καθηψεν της χειρος αυτου.
  4. ως δε ειδον οι βαρβαροι κρεμαμενον το θηριον εκ της χειρος αυτου, προς αλληλους ελεγον, Παντως φονευς εστιν ο ανθρωπος ουτος ον διασωθεντα εκ της θαλασσης η δικη ζην ουκ ειασεν.
  5. ο μεν ουν αποτιναξας το θηριον εις το πυρ επαθεν ουδεν κακον
  6. οι δε προσεδοκων αυτον μελλειν πιμπρασθαι η καταπιπτειν αφνω νεκρον. επι πολυ δε αυτων προσδοκωντων και θεωρουντων μηδεν ατοπον εις αυτον γινομενον, μεταβαλομενοι ελεγον αυτον ειναι θεον.
  7. Εν δε τοις περι τον τοπον εκεινον υπηρχεν χωρια τω πρωτω της νησου ονοματι Ποπλιω, ος αναδεξαμενος ημας τρεις ημερας φιλοφρονως εξενισεν.
  8. εγενετο δε τον πατερα του Ποπλιου πυρετοις και δυσεντεριω συνεχομενον κατακεισθαι, προς ον ο Παυλος εισελθων και προσευξαμενος επιθεις τας χειρας αυτω ιασατο αυτον.
  9. τουτου δε γενομενου και οι λοιποι οι εν τη νησω εχοντες ασθενειας προσηρχοντο και εθεραπευοντο,
  10. οι και πολλαις τιμαις ετιμησαν ημας και αναγομενοις επεθεντο τα προς τας χρειας.
  11. Μετα δε τρεις μηνας ανηχθημεν εν πλοιω παρακεχειμακοτι εν τη νησω Αλεξανδρινω, παρασημω Διοσκουροις.
  12. και καταχθεντες εις Συρακουσας επεμειναμεν ημερας τρεις,
  13. οθεν περιελοντες κατηντησαμεν εις Ρηγιον. και μετα μιαν ημεραν επιγενομενου νοτου δευτεραιοι ηλθομεν εις Ποτιολους,
  14. ου ευροντες αδελφους παρεκληθημεν παρ αυτοις επιμειναι ημερας επτα και ουτως εις την Ρωμην ηλθαμεν.
  15. κακειθεν οι αδελφοι ακουσαντες τα περι ημων ηλθαν εις απαντησιν ημιν αχρι Αππιου Φορου και Τριων Ταβερνων, ους ιδων ο Παυλος ευχαριστησας τω θεω ελαβε θαρσος.
  16. Οτε δε εισηλθομεν εις Ρωμην, επετραπη τω Παυλω μενειν καθ εαυτον συν τω φυλασσοντι αυτον στρατιωτη.
  17. Εγενετο δε μετα ημερας τρεις συγκαλεσασθαι αυτον τους οντας των Ιουδαιων πρωτους συνελθοντων δε αυτων ελεγεν προς αυτους, Εγω, ανδρες αδελφοι, ουδεν εναντιον ποιησας τω λαω η τοις εθεσι τοις πατρωοις δεσμιος εξ Ιεροσολυμων παρεδοθην εις τας χειρας των Ρωμαιων,
  18. οιτινες ανακριναντες με εβουλοντο απολυσαι δια το μηδεμιαν αιτιαν θανατου υπαρχειν εν εμοι
  19. αντιλεγοντων δε των Ιουδαιων ηναγκασθην επικαλεσασθαι Καισαρα, ουχ ως του εθνους μου εχων τι κατηγορειν.
  20. δια ταυτην ουν την αιτιαν παρεκαλεσα υμας ιδειν και προσλαλησαι, ενεκεν γαρ της ελπιδος του Ισραηλ την αλυσιν ταυτην περικειμαι.
  21. οι δε προς αυτον ειπαν, Ημεις ουτε γραμματα περι σου εδεξαμεθα απο της Ιουδαιας, ουτε παραγενομενος τις των αδελφων απηγγειλεν η ελαλησεν τι περι σου πονηρον.
  22. αξιουμεν δε παρα σου ακουσαι α φρονεις, περι μεν γαρ της αιρεσεως ταυτης γνωστον ημιν εστιν οτι πανταχου αντιλεγεται.
  23. Ταξαμενοι δε αυτω ημεραν ηλθον προς αυτον εις την ξενιαν πλειονες, οις εξετιθετο διαμαρτυρομενος την βασιλειαν του θεου πειθων τε αυτους περι του Ιησου απο τε του νομου Μωυσεως και των προφητων απο πρωι εως εσπερας.
  24. και οι μεν επειθοντο τοις λεγομενοις, οι δε ηπιστουν
  25. ασυμφωνοι δε οντες προς αλληλους απελυοντο, ειποντος του Παυλου ρημα εν οτι Καλως το πνευμα το αγιον ελαλησεν δια Ησαιου του προφητου προς τους πατερας υμων
  26. λεγων, Πορευθητι προς τον λαον τουτον και ειπον, Ακοη ακουσετε και ου μη συνητε, και βλεποντες βλεψετε και ου μη ιδητε
  27. επαχυνθη γαρ η καρδια του λαου τουτου, και τοις ωσιν βαρεως ηκουσαν, και τους οφθαλμους αυτων εκαμμυσαν μηποτε ιδωσιν τοις οφθαλμοις και τοις ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν, και ιασομαι αυτους.
  28. γνωστον ουν εστω υμιν οτι τοις εθνεσιν απεσταλη τουτο το σωτηριον του θεου αυτοι και ακουσονται.
  29. Ενεμεινεν
  30. δε διετιαν ολην εν ιδιω μισθωματι, και απεδεχετο παντας τους εισπορευομενους προς αυτον,
  31. κηρυσσων την βασιλειαν του θεου και διδασκων τα περι του κυριου Ιησου Χριστου μετα πασης παρρησιας ακωλυτως.