Acts.

Chapters 22-25.


Chapter 22.

  1. Ανδρες αδελφοι και πατερες, ακουσατε μου της προς υμας νυνι απολογιας
  2. ακουσαντες δε οτι τη Εβραιδι διαλεκτω προσεφωνει αυτοις μαλλον παρεσχον ησυχιαν. και φησιν
  3. Εγω ειμι ανηρ Ιουδαιος, γεγεννημενος εν Ταρσω της Κιλικιας, ανατεθραμμενος δε εν τη πολει ταυτη, παρα τους ποδας Γαμαλιηλ πεπαιδευμενος κατα ακριβειαν του πατρωου νομου, ζηλωτης υπαρχων του θεου καθως παντες υμεις εστε σημερον
  4. ος ταυτην την οδον εδιωξα αχρι θανατου, δεσμευων και παραδιδους εις φυλακας ανδρας τε και γυναικας,
  5. ως και ο αρχιερευς μαρτυρει μοι και παν το πρεσβυτεριον παρ ων και επιστολας δεξαμενος προς τους αδελφους εις Δαμασκον επορευομην αξων και τους εκεισε οντας δεδεμενους εις Ιερουσαλημ ινα τιμωρηθωσιν.
  6. Εγενετο δε μοι πορευομενω και εγγιζοντι τη Δαμασκω περι μεσημβριαν εξαιφνης εκ του ουρανου περιαστραψαι φως ικανον περι εμε,
  7. επεσα τε εις το εδαφος και ηκουσα φωνης λεγουσης μοι, Σαουλ Σαουλ, τι με διωκεις;
  8. εγω δε απεκριθην, Τις ει, κυριε; ειπεν τε προς με, Εγω ειμι Ιησους ο Ναζωραιος ον συ διωκεις.
  9. οι δε συν εμοι οντες το μεν φως εθεασαντο την δε φωνην ουκ ηκουσαν του λαλουντος μοι.
  10. ειπον δε, Τι ποιησω, κυριε; ο δε κυριος ειπεν προς με, Αναστας πορευου εις Δαμασκον, κακει σοι λαληθησεται περι παντων ων τετακται σοι ποιησαι.
  11. ως δε ουκ ενεβλεπον απο της δοξης του φωτος εκεινου, χειραγωγουμενος υπο των συνοντων μοι ηλθον εις Δαμασκον.
  12. Ανανιας δε τις, ανηρ ευλαβης κατα τον νομον, μαρτυρουμενος υπο παντων των κατοικουντων Ιουδαιων,
  13. ελθων προς με και επιστας ειπεν μοι, Σαουλ αδελφε, αναβλεψον καγω αυτη τη ωρα ανεβλεψα εις αυτον.
  14. ο δε ειπεν, Ο θεος των πατερων ημων προεχειρισατο σε γνωναι το θελημα αυτου και ιδειν τον δικαιον και ακουσαι φωνην εκ του στοματος αυτου,
  15. οτι εση μαρτυς αυτω προς παντας ανθρωπους ων εωρακας και ηκουσας.
  16. και νυν τι μελλεις; αναστας βαπτισαι και απολουσαι τας αμαρτιας σου επικαλεσαμενος το ονομα αυτου.
  17. Εγενετο δε μοι υποστρεψαντι εις Ιερουσαλημ και προσευχομενου μου εν τω ιερω γενεσθαι με εν εκστασει
  18. και ιδειν αυτον λεγοντα μοι, Σπευσον και εξελθε εν ταχει εξ Ιερουσαλημ, διοτι ου παραδεξονται σου μαρτυριαν περι εμου.
  19. καγω ειπον, Κυριε, αυτοι επιστανται οτι εγω ημην φυλακιζων και δερων κατα τας συναγωγας τους πιστευοντας επι σε
  20. και οτε εξεχυννετο το αιμα Στεφανου του μαρτυρος σου, και αυτος ημην εφεστως και συνευδοκων και φυλασσων τα ιματια των αναιρουντων αυτον.
  21. και ειπεν προς με, Πορευου, οτι εγω εις εθνη μακραν εξαποστελω σε.
  22. Ηκουον δε αυτου αχρι τουτου του λογου και επηραν την φωνην αυτων λεγοντες, Αιρε απο της γης τον τοιουτον, ου γαρ καθηκεν αυτον ζην.
  23. κραυγαζοντων τε αυτων και ριπτουντων τα ιματια και κονιορτον βαλλοντων εις τον αερα,
  24. εκελευσεν ο χιλιαρχος εισαγεσθαι αυτον εις την παρεμβολην, ειπας μαστιξιν ανεταζεσθαι αυτον ινα επιγνω δι ην αιτιαν ουτως επεφωνουν αυτω.
  25. ως δε προετειναν αυτον τοις ιμασιν ειπεν προς τον εστωτα εκατονταρχον ο Παυλος, Ει ανθρωπον Ρωμαιον και ακατακριτον εξεστιν υμιν μαστιζειν;
  26. ακουσας δε ο εκατονταρχης προσελθων τω χιλιαρχω απηγγειλεν λεγων, Τι μελλεις ποιειν; ο γαρ ανθρωπος ουτος Ρωμαιος εστιν.
  27. προσελθων δε ο χιλιαρχος ειπεν αυτω, Λεγε μοι, συ Ρωμαιος ει; ο δε εφη, Ναι.
  28. απεκριθη δε ο χιλιαρχος, Εγω πολλου κεφαλαιου την πολιτειαν ταυτην εκτησαμην. ο δε Παυλος εφη, Εγω δε και γεγεννημαι.
  29. ευθεως ουν απεστησαν απ αυτου οι μελλοντες αυτον ανεταζειν και ο χιλιαρχος δε εφοβηθη επιγνους οτι Ρωμαιος εστιν και οτι αυτον ην δεδεκως.
  30. Τη δε επαυριον βουλομενος γνωναι το ασφαλες το τι κατηγορειται υπο των Ιουδαιων ελυσεν αυτον, και εκελευσεν συνελθειν τους αρχιερεις και παν το συνεδριον, και καταγαγων τον Παυλον εστησεν εις αυτους.

Chapter 23.

  1. Ατενισας δε ο Παυλος τω συνεδριω ειπεν, Ανδρες αδελφοι, εγω παση συνειδησει αγαθη πεπολιτευμαι τω θεω αχρι ταυτης της ημερας.
  2. ο δε αρχιερευς Ανανιας επεταξεν τοις παρεστωσιν αυτω τυπτειν αυτου το στομα.
  3. τοτε ο Παυλος προς αυτον ειπεν, Τυπτειν σε μελλει ο θεος, τοιχε κεκονιαμενε και συ καθη κρινων με κατα τον νομον, και παρανομων κελευεις με τυπτεσθαι;
  4. οι δε παρεστωτες ειπαν, Τον αρχιερεα του θεου λοιδορεις;
  5. εφη τε ο Παυλος, Ουκ ηδειν, αδελφοι, οτι εστιν αρχιερευς γεγραπται γαρ οτι Αρχοντα του λαου σου ουκ ερεις κακως.
  6. Γνους δε ο Παυλος οτι το εν μερος εστιν Σαδδουκαιων το δε ετερον Φαρισαιων εκραζεν εν τω συνεδριω, Ανδρες αδελφοι, εγω Φαρισαιος ειμι, υιος Φαρισαιων περι ελπιδος και αναστασεως νεκρων [εγω] κρινομαι.
  7. τουτο δε αυτου ειποντος εγενετο στασις των Φαρισαιων και Σαδδουκαιων, και εσχισθη το πληθος.
  8. Σαδδουκαιοι μεν γαρ λεγουσιν μη ειναι αναστασιν μητε αγγελον μητε πνευμα, Φαρισαιοι δε ομολογουσιν τα αμφοτερα.
  9. εγενετο δε κραυγη μεγαλη, και ανασταντες τινες των γραμματεων του μερους των Φαρισαιων διεμαχοντο λεγοντες, Ουδεν κακον ευρισκομεν εν τω ανθρωπω τουτω ει δε πνευμα ελαλησεν αυτω η αγγελος
  10. Πολλης δε γινομενης στασεως φοβηθεις ο χιλιαρχος μη διασπασθη ο Παυλος υπ αυτων εκελευσεν το στρατευμα καταβαν αρπασαι αυτον εκ μεσου αυτων, αγειν τε εις την παρεμβολην.
  11. Τη δε επιουση νυκτι επιστας αυτω ο κυριος ειπεν, Θαρσει, ως γαρ διεμαρτυρω τα περι εμου εις Ιερουσαλημ ουτω σε δει και εις Ρωμην μαρτυρησαι.
  12. Γενομενης δε ημερας ποιησαντες συστροφην οι Ιουδαιοι ανεθεματισαν εαυτους λεγοντες μητε φαγειν μητε πιειν εως ου αποκτεινωσιν τον Παυλον.
  13. ησαν δε πλειους τεσσερακοντα οι ταυτην την συνωμοσιαν ποιησαμενοι
  14. οιτινες προσελθοντες τοις αρχιερευσιν και τοις πρεσβυτεροις ειπαν, Αναθεματι ανεθεματισαμεν εαυτους μηδενος γευσασθαι εως ου αποκτεινωμεν τον Παυλον.
  15. νυν ουν υμεις εμφανισατε τω χιλιαρχω συν τω συνεδριω οπως καταγαγη αυτον εις υμας ως μελλοντας διαγινωσκειν ακριβεστερον τα περι αυτου ημεις δε προ του εγγισαι αυτον ετοιμοι εσμεν του ανελειν αυτον.
  16. Ακουσας δε ο υιος της αδελφης Παυλου την ενεδραν παραγενομενος και εισελθων εις την παρεμβολην απηγγειλεν τω Παυλω.
  17. προσκαλεσαμενος δε ο Παυλος ενα των εκατονταρχων εφη, Τον νεανιαν τουτον απαγαγε προς τον χιλιαρχον, εχει γαρ απαγγειλαι τι αυτω.
  18. ο μεν ουν παραλαβων αυτον ηγαγεν προς τον χιλιαρχον και φησιν, Ο δεσμιος Παυλος προσκαλεσαμενος με ηρωτησεν τουτον τον νεανισκον αγαγειν προς σε, εχοντα τι λαλησαι σοι.
  19. επιλαβομενος δε της χειρος αυτου ο χιλιαρχος και αναχωρησας κατ ιδιαν επυνθανετο, Τι εστιν ο εχεις απαγγειλαι μοι;
  20. ειπεν δε οτι Οι Ιουδαιοι συνεθεντο του ερωτησαι σε οπως αυριον τον Παυλον καταγαγης εις το συνεδριον ως μελλον τι ακριβεστερον πυνθανεσθαι περι αυτου.
  21. συ ουν μη πεισθης αυτοις ενεδρευουσιν γαρ αυτον εξ αυτων ανδρες πλειους τεσσερακοντα, οιτινες ανεθεματισαν εαυτους μητε φαγειν μητε πιειν εως ου ανελωσιν αυτον, και νυν εισιν ετοιμοι προσδεχομενοι την απο σου επαγγελιαν.
  22. ο μεν ουν χιλιαρχος απελυσε τον νεανισκον παραγγειλας μηδενι εκλαλησαι οτι ταυτα ενεφανισας προς με.
  23. Και προσκαλεσαμενος δυο [τινας] των εκατονταρχων ειπεν, Ετοιμασατε στρατιωτας διακοσιους οπως πορευθωσιν εως Καισαρειας, και ιππεις εβδομηκοντα και δεξιολαβους διακοσιους, απο τριτης ωρας της νυκτος,
  24. κτηνη τε παραστησαι ινα επιβιβασαντες τον Παυλον διασωσωσι προς Φηλικα τον ηγεμονα,
  25. γραψας επιστολην εχουσαν τον τυπον τουτον
  26. Κλαυδιος Λυσιας τω κρατιστω ηγεμονι Φηλικι χαιρειν.
  27. Τον ανδρα τουτον συλλημφθεντα υπο των Ιουδαιων και μελλοντα αναιρεισθαι υπ αυτων επιστας συν τω στρατευματι εξειλαμην, μαθων οτι Ρωμαιος εστιν
  28. βουλομενος τε επιγνωναι την αιτιαν δι ην ενεκαλουν αυτω κατηγαγον εις το συνεδριον αυτων
  29. ον ευρον εγκαλουμενον περι ζητηματων του νομου αυτων, μηδεν δε αξιον θανατου η δεσμων εχοντα εγκλημα.
  30. μηνυθεισης δε μοι επιβουλης εις τον ανδρα εσεσθαι, εξαυτης επεμψα προς σε, παραγγειλας και τοις κατηγοροις λεγειν [τα] προς αυτον επι σου.
  31. Οι μεν ουν στρατιωται κατα το διατεταγμενον αυτοις αναλαβοντες τον Παυλον ηγαγον δια νυκτος εις την Αντιπατριδα
  32. τη δε επαυριον εασαντες τους ιππεις απερχεσθαι συν αυτω υπεστρεψαν εις την παρεμβολην
  33. οιτινες εισελθοντες εις την Καισαρειαν και αναδοντες την επιστολην τω ηγεμονι παρεστησαν και τον Παυλον αυτω.
  34. αναγνους δε και επερωτησας εκ ποιας επαρχειας εστιν και πυθομενος οτι απο Κιλικιας,
  35. Διακουσομαι σου, εφη, οταν και οι κατηγοροι σου παραγενωνται κελευσας εν τω πραιτωριω του Ηρωδου φυλασσεσθαι αυτον.

Chapter 24.

  1. Μετα δε πεντε ημερας κατεβη ο αρχιερευς Ανανιας μετα πρεσβυτερων τινων και ρητορος Τερτυλλου τινος, οιτινες ενεφανισαν τω ηγεμονι κατα του Παυλου.
  2. κληθεντος δε αυτου ηρξατο κατηγορειν ο Τερτυλλος λεγων, Πολλης ειρηνης τυγχανοντες δια σου και διορθωματων γινομενων τω εθνει τουτω δια της σης προνοιας,
  3. παντη τε και πανταχου αποδεχομεθα, κρατιστε Φηλιξ, μετα πασης ευχαριστιας.
  4. ινα δε μη επι πλειον σε εγκοπτω, παρακαλω ακουσαι σε ημων συντομως τη ση επιεικεια.
  5. ευροντες γαρ τον ανδρα τουτον λοιμον και κινουντα στασεις πασιν τοις Ιουδαιοις τοις κατα την οικουμενην πρωτοστατην τε της των Ναζωραιων αιρεσεως,
  6. ος και το ιερον επειρασεν βεβηλωσαι, ον και εκρατησαμεν,
  7. παρ
  8. ου δυνηση αυτος ανακρινας περι παντων τουτων επιγνωναι ων ημεις κατηγορουμεν αυτου.
  9. συνεπεθεντο δε και οι Ιουδαιοι φασκοντες ταυτα ουτως εχειν.
  10. Απεκριθη τε ο Παυλος νευσαντος αυτω του ηγεμονος λεγειν, Εκ πολλων ετων οντα σε κριτην τω εθνει τουτω επισταμενος ευθυμως τα περι εμαυτου απολογουμαι,
  11. δυναμενου σου επιγνωναι οτι ου πλειους εισιν μοι ημεραι δωδεκα αφ ης ανεβην προσκυνησων εις Ιερουσαλημ,
  12. και ουτε εν τω ιερω ευρον με προς τινα διαλεγομενον η επιστασιν ποιουντα οχλου ουτε εν ταις συναγωγαις ουτε κατα την πολιν,
  13. ουδε παραστησαι δυνανται σοι περι ων νυνι κατηγορουσιν μου.
  14. ομολογω δε τουτο σοι οτι κατα την οδον ην λεγουσιν αιρεσιν ουτως λατρευω τω πατρωω θεω, πιστευων πασι τοις κατα τον νομον και τοις εν τοις προφηταις γεγραμμενοις,
  15. ελπιδα εχων εις τον θεον, ην και αυτοι ουτοι προσδεχονται, αναστασιν μελλειν εσεσθαι δικαιων τε και αδικων.
  16. εν τουτω και αυτος ασκω απροσκοπον συνειδησιν εχειν προς τον θεον και τους ανθρωπους δια παντος.
  17. δι ετων δε πλειονων ελεημοσυνας ποιησων εις το εθνος μου παρεγενομην και προσφορας,
  18. εν αις ευρον με ηγνισμενον εν τω ιερω, ου μετα οχλου ουδε μετα θορυβου
  19. τινες δε απο της Ασιας Ιουδαιοι, ους εδει επι σου παρειναι και κατηγορειν ει τι εχοιεν προς εμε
  20. η αυτοι ουτοι ειπατωσαν τι ευρον αδικημα σταντος μου επι του συνεδριου
  21. η περι μιας ταυτης φωνης ης εκεκραξα εν αυτοις εστως οτι Περι αναστασεως νεκρων εγω κρινομαι σημερον εφ υμων.
  22. Ανεβαλετο δε αυτους ο Φηλιξ, ακριβεστερον ειδως τα περι της οδου, ειπας, Οταν Λυσιας ο χιλιαρχος καταβη διαγνωσομαι τα καθ υμας,
  23. διαταξαμενος τω εκατονταρχη τηρεισθαι αυτον εχειν τε ανεσιν και μηδενα κωλυειν των ιδιων αυτου υπηρετειν αυτω.
  24. Μετα δε ημερας τινας παραγενομενος ο Φηλιξ συν Δρουσιλλη τη ιδια γυναικι ουση Ιουδαια μετεπεμψατο τον Παυλον και ηκουσεν αυτου περι της εις Χριστον Ιησουν πιστεως.
  25. διαλεγομενου δε αυτου περι δικαιοσυνης και εγκρατειας και του κριματος του μελλοντος εμφοβος γενομενος ο Φηλιξ απεκριθη, Το νυν εχον πορευου, καιρον δε μεταλαβων μετακαλεσομαι σε
  26. αμα και ελπιζων οτι χρηματα δοθησεται αυτω υπο του Παυλου διο και πυκνοτερον αυτον μεταπεμπομενος ωμιλει αυτω.
  27. Διετιας δε πληρωθεισης ελαβεν διαδοχον ο Φηλιξ Πορκιον Φηστον θελων τε χαριτα καταθεσθαι τοις Ιουδαιοις ο Φηλιξ κατελιπε τον Παυλον δεδεμενον.

Chapter 25.

  1. Φηστος ουν επιβας τη επαρχεια μετα τρεις ημερας ανεβη εις Ιεροσολυμα απο Καισαρειας,
  2. ενεφανισαν τε αυτω οι αρχιερεις και οι πρωτοι των Ιουδαιων κατα του Παυλου, και παρεκαλουν αυτον
  3. αιτουμενοι χαριν κατ αυτου οπως μεταπεμψηται αυτον εις Ιερουσαλημ, ενεδραν ποιουντες ανελειν αυτον κατα την οδον.
  4. ο μεν ουν Φηστος απεκριθη τηρεισθαι τον Παυλον εις Καισαρειαν, εαυτον δε μελλειν εν ταχει εκπορευεσθαι
  5. Οι ουν εν υμιν, φησιν, δυνατοι συγκαταβαντες ει τι εστιν εν τω ανδρι ατοπον κατηγορειτωσαν αυτου.
  6. Διατριψας δε εν αυτοις ημερας ου πλειους οκτω η δεκα, καταβας εις Καισαρειαν, τη επαυριον καθισας επι του βηματος εκελευσεν τον Παυλον αχθηναι.
  7. παραγενομενου δε αυτου περιεστησαν αυτον οι απο Ιεροσολυμων καταβεβηκοτες Ιουδαιοι, πολλα και βαρεα αιτιωματα καταφεροντες α ουκ ισχυον αποδειξαι,
  8. του Παυλου απολογουμενου οτι Ουτε εις τον νομον των Ιουδαιων ουτε εις το ιερον ουτε εις Καισαρα τι ημαρτον.
  9. ο Φηστος δε θελων τοις Ιουδαιοις χαριν καταθεσθαι αποκριθεις τω Παυλω ειπεν, Θελεις εις Ιεροσολυμα αναβας εκει περι τουτων κριθηναι επ εμου;
  10. ειπεν δε ο Παυλος, Επι του βηματος Καισαρος εστως ειμι, ου με δει κρινεσθαι. Ιουδαιους ουδεν ηδικησα, ως και συ καλλιον επιγινωσκεις.
  11. ει μεν ουν αδικω και αξιον θανατου πεπραχα τι, ου παραιτουμαι το αποθανειν ει δε ουδεν εστιν ων ουτοι κατηγορουσιν μου, ουδεις με δυναται αυτοις χαρισασθαι Καισαρα επικαλουμαι.
  12. τοτε ο Φηστος συλλαλησας μετα του συμβουλιου απεκριθη, Καισαρα επικεκλησαι, επι Καισαρα πορευση.
  13. Ημερων δε διαγενομενων τινων Αγριππας ο βασιλευς και Βερνικη κατηντησαν εις Καισαρειαν ασπασαμενοι τον Φηστον.
  14. ως δε πλειους ημερας διετριβον εκει, ο Φηστος τω βασιλει ανεθετο τα κατα τον Παυλον λεγων, Ανηρ τις εστιν καταλελειμμενος υπο Φηλικος δεσμιος,
  15. περι ου γενομενου μου εις Ιεροσολυμα ενεφανισαν οι αρχιερεις και οι πρεσβυτεροι των Ιουδαιων, αιτουμενοι κατ αυτου καταδικην
  16. προς ους απεκριθην οτι ουκ εστιν εθος Ρωμαιοις χαριζεσθαι τινα ανθρωπον πριν η ο κατηγορουμενος κατα προσωπον εχοι τους κατηγορους τοπον τε απολογιας λαβοι περι του εγκληματος.
  17. συνελθοντων ουν [αυτων] ενθαδε αναβολην μηδεμιαν ποιησαμενος τη εξης καθισας επι του βηματος εκελευσα αχθηναι τον ανδρα
  18. περι ου σταθεντες οι κατηγοροι ουδεμιαν αιτιαν εφερον ων εγω υπενοουν πονηρων,
  19. ζητηματα δε τινα περι της ιδιας δεισιδαιμονιας ειχον προς αυτον και περι τινος Ιησου τεθνηκοτος, ον εφασκεν ο Παυλος ζην.
  20. απορουμενος δε εγω την περι τουτων ζητησιν ελεγον ει βουλοιτο πορευεσθαι εις Ιεροσολυμα κακει κρινεσθαι περι τουτων.
  21. του δε Παυλου επικαλεσαμενου τηρηθηναι αυτον εις την του Σεβαστου διαγνωσιν, εκελευσα τηρεισθαι αυτον εως ου αναπεμψω αυτον προς Καισαρα.
  22. Αγριππας δε προς τον Φηστον, Εβουλομην και αυτος του ανθρωπου ακουσαι. Αυριον, φησιν, ακουση αυτου.
  23. Τη ουν επαυριον ελθοντος του Αγριππα και της Βερνικης μετα πολλης φαντασιας και εισελθοντων εις το ακροατηριον συν τε χιλιαρχοις και ανδρασιν τοις κατ εξοχην της πολεως, και κελευσαντος του Φηστου ηχθη ο Παυλος.
  24. και φησιν ο Φηστος, Αγριππα βασιλευ και παντες οι συμπαροντες ημιν ανδρες, θεωρειτε τουτον περι ου απαν το πληθος των Ιουδαιων ενετυχον μοι εν τε Ιεροσολυμοις και ενθαδε, βοωντες μη δειν αυτον ζην μηκετι.
  25. εγω δε κατελαβομην μηδεν αξιον αυτον θανατου πεπραχεναι, αυτου δε τουτου επικαλεσαμενου τον Σεβαστον εκρινα πεμπειν.
  26. περι ου ασφαλες τι γραψαι τω κυριω ουκ εχω διο προηγαγον αυτον εφ υμων και μαλιστα επι σου, βασιλευ Αγριππα, οπως της ανακρισεως γενομενης σχω τι γραψω
  27. αλογον γαρ μοι δοκει πεμποντα δεσμιον μη και τας κατ αυτου αιτιας σημαναι.