Acts.

Chapters 19-21.


Chapter 19.

  1. Εγενετο δε εν τω τον Απολλω ειναι εν Κορινθω Παυλον διελθοντα τα ανωτερικα μερη [κατ]ελθειν εις Εφεσον και ευρειν τινας μαθητας,
  2. ειπεν τε προς αυτους, Ει πνευμα αγιον ελαβετε πιστευσαντες; οι δε προς αυτον, Αλλ ουδ ει πνευμα αγιον εστιν ηκουσαμεν.
  3. ειπεν τε, Εις τι ουν εβαπτισθητε; οι δε ειπαν, Εις το Ιωαννου βαπτισμα.
  4. ειπεν δε Παυλος, Ιωαννης εβαπτισεν βαπτισμα μετανοιας, τω λαω λεγων εις τον ερχομενον μετ αυτον ινα πιστευσωσιν, τουτ εστιν εις τον Ιησουν.
  5. ακουσαντες δε εβαπτισθησαν εις το ονομα του κυριου Ιησου
  6. και επιθεντος αυτοις του Παυλου [τας] χειρας ηλθε το πνευμα το αγιον επ αυτους, ελαλουν τε γλωσσαις και επροφητευον.
  7. ησαν δε οι παντες ανδρες ωσει δωδεκα.
  8. Εισελθων δε εις την συναγωγην επαρρησιαζετο επι μηνας τρεις διαλεγομενος και πειθων [τα] περι της βασιλειας του θεου.
  9. ως δε τινες εσκληρυνοντο και ηπειθουν κακολογουντες την οδον ενωπιον του πληθους, αποστας απ αυτων αφωρισεν τους μαθητας, καθ ημεραν διαλεγομενος εν τη σχολη Τυραννου.
  10. τουτο δε εγενετο επι ετη δυο, ωστε παντας τους κατοικουντας την Ασιαν ακουσαι τον λογον του κυριου, Ιουδαιους τε και Ελληνας.
  11. Δυναμεις τε ου τας τυχουσας ο θεος εποιει δια των χειρων Παυλου,
  12. ωστε και επι τους ασθενουντας αποφερεσθαι απο του χρωτος αυτου σουδαρια η σιμικινθια και απαλλασσεσθαι απ αυτων τας νοσους, τα τε πνευματα τα πονηρα εκπορευεσθαι.
  13. επεχειρησαν δε τινες και των περιερχομενων Ιουδαιων εξορκιστων ονομαζειν επι τους εχοντας τα πνευματα τα πονηρα το ονομα του κυριου Ιησου λεγοντες, Ορκιζω υμας τον Ιησουν ον Παυλος κηρυσσει.
  14. ησαν δε τινος Σκευα Ιουδαιου αρχιερεως επτα υιοι τουτο ποιουντες.
  15. αποκριθεν δε το πνευμα το πονηρον ειπεν αυτοις, Τον [μεν] Ιησουν γινωσκω και τον Παυλον επισταμαι, υμεις δε τινες εστε;
  16. και εφαλομενος ο ανθρωπος επ αυτους εν ω ην το πνευμα το πονηρον κατακυριευσας αμφοτερων ισχυσεν κατ αυτων, ωστε γυμνους και τετραυματισμενους εκφυγειν εκ του οικου εκεινου.
  17. τουτο δε εγενετο γνωστον πασιν Ιουδαιοις τε και Ελλησιν τοις κατοικουσιν την Εφεσον, και επεπεσεν φοβος επι παντας αυτους, και εμεγαλυνετο το ονομα του κυριου Ιησου.
  18. πολλοι τε των πεπιστευκοτων ηρχοντο εξομολογουμενοι και αναγγελλοντες τας πραξεις αυτων.
  19. ικανοι δε των τα περιεργα πραξαντων συνενεγκαντες τας βιβλους κατεκαιον ενωπιον παντων και συνεψηφισαν τας τιμας αυτων και ευρον αργυριου μυριαδας πεντε.
  20. Ουτως κατα κρατος του κυριου ο λογος ηυξανεν και ισχυεν.
  21. Ως δε επληρωθη ταυτα, εθετο ο Παυλος εν τω πνευματι διελθων την Μακεδονιαν και Αχαιαν πορευεσθαι εις Ιεροσολυμα, ειπων οτι Μετα το γενεσθαι με εκει δει με και Ρωμην ιδειν.
  22. αποστειλας δε εις την Μακεδονιαν δυο των διακονουντων αυτω, Τιμοθεον και Εραστον, αυτος επεσχεν χρονον εις την Ασιαν.
  23. Εγενετο δε κατα τον καιρον εκεινον ταραχος ουκ ολιγος περι της οδου.
  24. Δημητριος γαρ τις ονοματι, αργυροκοπος, ποιων ναους αργυρους Αρτεμιδος παρειχετο τοις τεχνιταις ουκ ολιγην εργασιαν,
  25. ους συναθροισας και τους περι τα τοιαυτα εργατας ειπεν, Ανδρες, επιστασθε οτι εκ ταυτης της εργασιας η ευπορια ημιν εστιν,
  26. και θεωρειτε και ακουετε οτι ου μονον Εφεσου αλλα σχεδον πασης της Ασιας ο Παυλος ουτος πεισας μετεστησεν ικανον οχλον, λεγων οτι ουκ εισιν θεοι οι δια χειρων γινομενοι.
  27. ου μονον δε τουτο κινδυνευει ημιν το μερος εις απελεγμον ελθειν, αλλα και το της μεγαλης θεας Αρτεμιδος ιερον εις ουθεν λογισθηναι, μελλειν τε και καθαιρεισθαι της μεγαλειοτητος αυτης, ην ολη η Ασια και η οικουμενη σεβεται.
  28. Ακουσαντες δε και γενομενοι πληρεις θυμου εκραζον λεγοντες, Μεγαλη η Αρτεμις Εφεσιων.
  29. και επλησθη η πολις της συγχυσεως, ωρμησαν τε ομοθυμαδον εις το θεατρον συναρπασαντες Γαιον και Αρισταρχον Μακεδονας, συνεκδημους Παυλου.
  30. Παυλου δε βουλομενου εισελθειν εις τον δημον ουκ ειων αυτον οι μαθηται
  31. τινες δε και των Ασιαρχων, οντες αυτω φιλοι, πεμψαντες προς αυτον παρεκαλουν μη δουναι εαυτον εις το θεατρον.
  32. αλλοι μεν ουν αλλο τι εκραζον, ην γαρ η εκκλησια συγκεχυμενη, και οι πλειους ουκ ηδεισαν τινος ενεκα συνεληλυθεισαν.
  33. εκ δε του οχλου συνεβιβασαν Αλεξανδρον, προβαλοντων αυτον των Ιουδαιων ο δε Αλεξανδρος κατασεισας την χειρα ηθελεν απολογεισθαι τω δημω.
  34. επιγνοντες δε οτι Ιουδαιος εστιν φωνη εγενετο μια εκ παντων ως επι ωρας δυο κραζοντων, Μεγαλη η Αρτεμις Εφεσιων.
  35. καταστειλας δε ο γραμματευς τον οχλον φησιν, Ανδρες Εφεσιοι, τις γαρ εστιν ανθρωπων ος ου γινωσκει την Εφεσιων πολιν νεωκορον ουσαν της μεγαλης Αρτεμιδος και του διοπετους;
  36. αναντιρρητων ουν οντων τουτων δεον εστιν υμας κατεσταλμενους υπαρχειν και μηδεν προπετες πρασσειν.
  37. ηγαγετε γαρ τους ανδρας τουτους ουτε ιεροσυλους ουτε βλασφημουντας την θεον ημων.
  38. ει μεν ουν Δημητριος και οι συν αυτω τεχνιται εχουσι προς τινα λογον, αγοραιοι αγονται και ανθυπατοι εισιν εγκαλειτωσαν αλληλοις.
  39. ει δε τι περαιτερω επιζητειτε, εν τη εννομω εκκλησια επιλυθησεται.
  40. και γαρ κινδυνευομεν εγκαλεισθαι στασεως περι της σημερον, μηδενος αιτιου υπαρχοντος, περι ου [ου] δυνησομεθα αποδουναι λογον περι της συστροφης ταυτης. και ταυτα ειπων απελυσεν την εκκλησιαν.

Chapter 20.

  1. Μετα δε το παυσασθαι τον θορυβον μεταπεμψαμενος ο Παυλος τους μαθητας και παρακαλεσας, ασπασαμενος εξηλθεν πορευεσθαι εις Μακεδονιαν.
  2. διελθων δε τα μερη εκεινα και παρακαλεσας αυτους λογω πολλω ηλθεν εις την Ελλαδα,
  3. ποιησας τε μηνας τρεις γενομενης επιβουλης αυτω υπο των Ιουδαιων μελλοντι αναγεσθαι εις την Συριαν εγενετο γνωμης του υποστρεφειν δια Μακεδονιας.
  4. συνειπετο δε αυτω Σωπατρος Πυρρου Βεροιαιος, Θεσσαλονικεων δε Αρισταρχος και Σεκουνδος, και Γαιος Δερβαιος και Τιμοθεος, Ασιανοι δε Τυχικος και Τροφιμος.
  5. ουτοι δε προελθοντες εμενον ημας εν Τρωαδι
  6. ημεις δε εξεπλευσαμεν μετα τας ημερας των αζυμων απο Φιλιππων, και ηλθομεν προς αυτους εις την Τρωαδα αχρι ημερων πεντε, οπου διετριψαμεν ημερας επτα.
  7. Εν δε τη μια των σαββατων συνηγμενων ημων κλασαι αρτον ο Παυλος διελεγετο αυτοις, μελλων εξιεναι τη επαυριον, παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου.
  8. ησαν δε λαμπαδες ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι
  9. καθεζομενος δε τις νεανιας ονοματι Ευτυχος επι της θυριδος, καταφερομενος υπνω βαθει διαλεγομενου του Παυλου επι πλειον, κατενεχθεις απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκρος.
  10. καταβας δε ο Παυλος επεπεσεν αυτω και συμπεριλαβων ειπεν, Μη θορυβεισθε, η γαρ ψυχη αυτου εν αυτω εστιν.
  11. αναβας δε και κλασας τον αρτον και γευσαμενος εφ ικανον τε ομιλησας αχρι αυγης ουτως εξηλθεν.
  12. ηγαγον δε τον παιδα ζωντα, και παρεκληθησαν ου μετριως.
  13. Ημεις δε προελθοντες επι το πλοιον ανηχθημεν επι την Ασσον, εκειθεν μελλοντες αναλαμβανειν τον Παυλον, ουτως γαρ διατεταγμενος ην μελλων αυτος πεζευειν.
  14. ως δε συνεβαλλεν ημιν εις την ασσον, αναλαβοντες αυτον ηλθομεν εις Μιτυληνην,
  15. κακειθεν αποπλευσαντες τη επιουση κατηντησαμεν αντικρυς Χιου, τη δε ετερα παρεβαλομεν εις Σαμον, τη δε εχομενη ηλθομεν εις Μιλητον
  16. κεκρικει γαρ ο Παυλος παραπλευσαι την Εφεσον, οπως μη γενηται αυτω χρονοτριβησαι εν τη Ασια, εσπευδεν γαρ ει δυνατον ειη αυτω την ημεραν της πεντηκοστης γενεσθαι εις Ιεροσολυμα.
  17. Απο δε της Μιλητου πεμψας εις Εφεσον μετεκαλεσατο τους πρεσβυτερους της εκκλησιας.
  18. ως δε παρεγενοντο προς αυτον ειπεν αυτοις, Υμεις επιστασθε απο πρωτης ημερας αφ ης επεβην εις την Ασιαν πως μεθ υμων τον παντα χρονον εγενομην,
  19. δουλευων τω κυριω μετα πασης ταπεινοφροσυνης και δακρυων και πειρασμων των συμβαντων μοι εν ταις επιβουλαις των Ιουδαιων
  20. ως ουδεν υπεστειλαμην των συμφεροντων του μη αναγγειλαι υμιν και διδαξαι υμας δημοσια και κατ οικους,
  21. διαμαρτυρομενος Ιουδαιοις τε και Ελλησιν την εις θεον μετανοιαν και πιστιν εις τον κυριον ημων Ιησουν.
  22. και νυν ιδου δεδεμενος εγω τω πνευματι πορευομαι εις Ιερουσαλημ, τα εν αυτη συναντησοντα μοι μη ειδως,
  23. πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται μοι λεγον οτι δεσμα και θλιψεις με μενουσιν.
  24. αλλ ουδενος λογου ποιουμαι την ψυχην τιμιαν εμαυτω ως τελειωσαι τον δρομον μου και την διακονιαν ην ελαβον παρα του κυριου Ιησου, διαμαρτυρασθαι το ευαγγελιον της χαριτος του θεου.
  25. Και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου υμεις παντες εν οις διηλθον κηρυσσων την βασιλειαν
  26. διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαρος ειμι απο του αιματος παντων,
  27. ου γαρ υπεστειλαμην του μη αναγγειλαι πασαν την βουλην του θεου υμιν.
  28. προσεχετε εαυτοις και παντι τω ποιμνιω, εν ω υμας το πνευμα το αγιον εθετο επισκοπους, ποιμαινειν την εκκλησιαν του θεου, ην περιεποιησατο δια του αιματος του ιδιου.
  29. εγω οιδα οτι εισελευσονται μετα την αφιξιν μου λυκοι βαρεις εις υμας μη φειδομενοι του ποιμνιου,
  30. και εξ υμων αυτων αναστησονται ανδρες λαλουντες διεστραμμενα του αποσπαν τους μαθητας οπισω αυτων.
  31. διο γρηγορειτε, μνημονευοντες οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον.
  32. και τα νυν παρατιθεμαι υμας τω θεω και τω λογω της χαριτος αυτου τω δυναμενω οικοδομησαι και δουναι την κληρονομιαν εν τοις ηγιασμενοις πασιν.
  33. αργυριου η χρυσιου η ιματισμου ουδενος επεθυμησα
  34. αυτοι γινωσκετε οτι ταις χρειαις μου και τοις ουσιν μετ εμου υπηρετησαν αι χειρες αυται.
  35. παντα υπεδειξα υμιν οτι ουτως κοπιωντας δει αντιλαμβανεσθαι των ασθενουντων, μνημονευειν τε των λογων του κυριου Ιησου οτι αυτος ειπεν, Μακαριον εστιν μαλλον διδοναι η λαμβανειν.
  36. Και ταυτα ειπων θεις τα γονατα αυτου συν πασιν αυτοις προσηυξατο.
  37. ικανος δε κλαυθμος εγενετο παντων, και επιπεσοντες επι τον τραχηλον του Παυλου κατεφιλουν αυτον,
  38. οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωρειν. προεπεμπον δε αυτον εις το πλοιον.

Chapter 21.

  1. Ως δε εγενετο αναχθηναι ημας αποσπασθεντας απ αυτων, ευθυδρομησαντες ηλθομεν εις την Κω, τη δε εξης εις την Ροδον, κακειθεν εις Παταρα
  2. και ευροντες πλοιον διαπερων εις Φοινικην επιβαντες ανηχθημεν.
  3. αναφαναντες δε την Κυπρον και καταλιποντες αυτην ευωνυμον επλεομεν εις Συριαν, και κατηλθομεν εις Τυρον, εκεισε γαρ το πλοιον ην αποφορτιζομενον τον γομον.
  4. ανευροντες δε τους μαθητας επεμειναμεν αυτου ημερας επτα, οιτινες τω Παυλω ελεγον δια του πνευματος μη επιβαινειν εις Ιεροσολυμα.
  5. οτε δε εγενετο ημας εξαρτισαι τας ημερας, εξελθοντες επορευομεθα προπεμποντων ημας παντων συν γυναιξι και τεκνοις εως εξω της πολεως, και θεντες τα γονατα επι τον αιγιαλον προσευξαμενοι
  6. απησπασαμεθα αλληλους, και ανεβημεν εις το πλοιον, εκεινοι δε υπεστρεψαν εις τα ιδια.
  7. Ημεις δε τον πλουν διανυσαντες απο Τυρου κατηντησαμεν εις Πτολεμαιδα, και ασπασαμενοι τους αδελφους εμειναμεν ημεραν μιαν παρ αυτοις.
  8. τη δε επαυριον εξελθοντες ηλθομεν εις Καισαρειαν, και εισελθοντες εις τον οικον Φιλιππου του ευαγγελιστου οντος εκ των επτα εμειναμεν παρ αυτω.
  9. τουτω δε ησαν θυγατερες τεσσαρες παρθενοι προφητευουσαι.
  10. επιμενοντων δε ημερας πλειους κατηλθεν τις απο της Ιουδαιας προφητης ονοματι Αγαβος,
  11. και ελθων προς ημας και αρας την ζωνην του Παυλου δησας εαυτου τους ποδας και τας χειρας ειπεν, Ταδε λεγει το πνευμα το αγιον, Τον ανδρα ου εστιν η ζωνη αυτη ουτως δησουσιν εν Ιερουσαλημ οι Ιουδαιοι και παραδωσουσιν εις χειρας εθνων.
  12. ως δε ηκουσαμεν ταυτα, παρεκαλουμεν ημεις τε και οι εντοπιοι του μη αναβαινειν αυτον εις Ιερουσαλημ.
  13. τοτε απεκριθη ο Παυλος, Τι ποιειτε κλαιοντες και συνθρυπτοντες μου την καρδιαν; εγω γαρ ου μονον δεθηναι αλλα και αποθανειν εις Ιερουσαλημ ετοιμως εχω υπερ του ονοματος του κυριου Ιησου.
  14. μη πειθομενου δε αυτου ησυχασαμεν ειποντες, Του κυριου το θελημα γινεσθω.
  15. Μετα δε τας ημερας ταυτας επισκευασαμενοι ανεβαινομεν εις Ιεροσολυμα
  16. συνηλθον δε και των μαθητων απο Καισαρειας συν ημιν, αγοντες παρ ω ξενισθωμεν Μνασωνι τινι Κυπριω, αρχαιω μαθητη.
  17. Γενομενων δε ημων εις Ιεροσολυμα ασμενως απεδεξαντο ημας οι αδελφοι.
  18. τη δε επιουση εισηει ο Παυλος συν ημιν προς Ιακωβον, παντες τε παρεγενοντο οι πρεσβυτεροι.
  19. και ασπασαμενος αυτους εξηγειτο καθ εν εκαστον ων εποιησεν ο θεος εν τοις εθνεσιν δια της διακονιας αυτου.
  20. οι δε ακουσαντες εδοξαζον τον θεον, ειπον τε αυτω, Θεωρεις, αδελφε, ποσαι μυριαδες εισιν εν τοις Ιουδαιοις των πεπιστευκοτων, και παντες ζηλωται του νομου υπαρχουσιν
  21. κατηχηθησαν δε περι σου οτι αποστασιαν διδασκεις απο Μωυσεως τους κατα τα εθνη παντας Ιουδαιους, λεγων μη περιτεμνειν αυτους τα τεκνα μηδε τοις εθεσιν περιπατειν.
  22. τι ουν εστιν; παντως ακουσονται οτι εληλυθας.
  23. τουτο ουν ποιησον ο σοι λεγομεν εισιν ημιν ανδρες τεσσαρες ευχην εχοντες εφ εαυτων.
  24. τουτους παραλαβων αγνισθητι συν αυτοις και δαπανησον επ αυτοις ινα ξυρησονται την κεφαλην, και γνωσονται παντες οτι ων κατηχηνται περι σου ουδεν εστιν, αλλα στοιχεις και αυτος φυλασσων τον νομον.
  25. περι δε των πεπιστευκοτων εθνων ημεις επεστειλαμεν κριναντες φυλασσεσθαι αυτους το τε ειδωλοθυτον και αιμα και πνικτον και πορνειαν.
  26. τοτε ο Παυλος παραλαβων τους ανδρας, τη εχομενη ημερα συν αυτοις αγνισθεις εισηει εις το ιερον, διαγγελλων την εκπληρωσιν των ημερων του αγνισμου εως ου προσηνεχθη υπερ ενος εκαστου αυτων η προσφορα.
  27. Ως δε εμελλον αι επτα ημεραι συντελεισθαι, οι απο της Ασιας Ιουδαιοι θεασαμενοι αυτον εν τω ιερω συνεχεον παντα τον οχλον και επεβαλον επ αυτον τας χειρας,
  28. κραζοντες, Ανδρες Ισραηλιται, βοηθειτε ουτος εστιν ο ανθρωπος ο κατα του λαου και του νομου και του τοπου τουτου παντας πανταχη διδασκων, ετι τε και Ελληνας εισηγαγεν εις το ιερον και κεκοινωκεν τον αγιον τοπον τουτον.
  29. ησαν γαρ προεωρακοτες Τροφιμον τον Εφεσιον εν τη πολει συν αυτω, ον ενομιζον οτι εις το ιερον εισηγαγεν ο Παυλος.
  30. εκινηθη τε η πολις ολη και εγενετο συνδρομη του λαου, και επιλαβομενοι του Παυλου ειλκον αυτον εξω του ιερου, και ευθεως εκλεισθησαν αι θυραι.
  31. ζητουντων τε αυτον αποκτειναι ανεβη φασις τω χιλιαρχω της σπειρης οτι ολη συγχυννεται Ιερουσαλημ,
  32. ος εξαυτης παραλαβων στρατιωτας και εκατονταρχας κατεδραμεν επ αυτους οι δε ιδοντες τον χιλιαρχον και τους στρατιωτας επαυσαντο τυπτοντες τον Παυλον.
  33. τοτε εγγισας ο χιλιαρχος επελαβετο αυτου και εκελευσεν δεθηναι αλυσεσι δυσι, και επυνθανετο τις ειη και τι εστιν πεποιηκως.
  34. αλλοι δε αλλο τι επεφωνουν εν τω οχλω μη δυναμενου δε αυτου γνωναι το ασφαλες δια τον θορυβον εκελευσεν αγεσθαι αυτον εις την παρεμβολην.
  35. οτε δε εγενετο επι τους αναβαθμους, συνεβη βασταζεσθαι αυτον υπο των στρατιωτων δια την βιαν του οχλου,
  36. ηκολουθει γαρ το πληθος του λαου κραζοντες, Αιρε αυτον.
  37. Μελλων τε εισαγεσθαι εις την παρεμβολην ο Παυλος λεγει τω χιλιαρχω, Ει εξεστιν μοι ειπειν τι προς σε; ο δε εφη, Ελληνιστι γινωσκεις;
  38. ουκ αρα συ ει ο Αιγυπτιος ο προ τουτων των ημερων αναστατωσας και εξαγαγων εις την ερημον τους τετρακισχιλιους ανδρας των σικαριων;
  39. ειπεν δε ο Παυλος, Εγω ανθρωπος μεν ειμι Ιουδαιος, Ταρσευς της Κιλικιας, ουκ ασημου πολεως πολιτης δεομαι δε σου, επιτρεψον μοι λαλησαι προς τον λαον.
  40. επιτρεψαντος δε αυτου ο Παυλος εστως επι των αναβαθμων κατεσεισεν τη χειρι τω λαω πολλης δε σιγης γενομενης προσεφωνησεν τη Εβραιδι διαλεκτω λεγων,