Acts.

Chapters 15-18.


Chapter 15.

  1. Και τινες κατελθοντες απο της Ιουδαιας εδιδασκον τους αδελφους οτι Εαν μη περιτμηθητε τω εθει τω Μωυσεως, ου δυνασθε σωθηναι.
  2. γενομενης δε στασεως και ζητησεως ουκ ολιγης τω Παυλω και τω Βαρναβα προς αυτους εταξαν αναβαινειν Παυλον και Βαρναβαν και τινας αλλους εξ αυτων προς τους αποστολους και πρεσβυτερους εις Ιερουσαλημ περι του ζητηματος τουτου.
  3. Οι μεν ουν προπεμφθεντες υπο της εκκλησιας διηρχοντο την τε Φοινικην και Σαμαρειαν εκδιηγουμενοι την επιστροφην των εθνων, και εποιουν χαραν μεγαλην πασιν τοις αδελφοις.
  4. παραγενομενοι δε εις Ιερουσαλημ παρεδεχθησαν απο της εκκλησιας και των αποστολων και των πρεσβυτερων, ανηγγειλαν τε οσα ο θεος εποιησεν μετ αυτων.
  5. εξανεστησαν δε τινες των απο της αιρεσεως των Φαρισαιων πεπιστευκοτες, λεγοντες οτι δει περιτεμνειν αυτους παραγγελλειν τε τηρειν τον νομον Μωυσεως.
  6. Συνηχθησαν τε οι αποστολοι και οι πρεσβυτεροι ιδειν περι του λογου τουτου.
  7. πολλης δε ζητησεως γενομενης αναστας Πετρος ειπεν προς αυτους, Ανδρες αδελφοι, υμεις επιστασθε οτι αφ ημερων αρχαιων εν υμιν εξελεξατο ο θεος δια του στοματος μου ακουσαι τα εθνη τον λογον του ευαγγελιου και πιστευσαι
  8. και ο καρδιογνωστης θεος εμαρτυρησεν αυτοις δους το πνευμα το αγιον καθως και ημιν,
  9. και ουθεν διεκρινεν μεταξυ ημων τε και αυτων, τη πιστει καθαρισας τας καρδιας αυτων.
  10. νυν ουν τι πειραζετε τον θεον, επιθειναι ζυγον επι τον τραχηλον των μαθητων ον ουτε οι πατερες ημων ουτε ημεις ισχυσαμεν βαστασαι;
  11. αλλα δια της χαριτος του κυριου Ιησου πιστευομεν σωθηναι καθ ον τροπον κακεινοι.
  12. Εσιγησεν δε παν το πληθος, και ηκουον Βαρναβα και Παυλου εξηγουμενων οσα εποιησεν ο θεος σημεια και τερατα εν τοις εθνεσιν δι αυτων.
  13. Μετα δε το σιγησαι αυτους απεκριθη Ιακωβος λεγων, Ανδρες αδελφοι, ακουσατε μου.
  14. Συμεων εξηγησατο καθως πρωτον ο θεος επεσκεψατο λαβειν εξ εθνων λαον τω ονοματι αυτου.
  15. και τουτω συμφωνουσιν οι λογοι των προφητων, καθως γεγραπται,
  16. Μετα ταυτα αναστρεψω και ανοικοδομησω την σκηνην Δαυιδ την πεπτωκυιαν, και τα κατεσκαμμενα αυτης ανοικοδομησω και ανορθωσω αυτην,
  17. οπως αν εκζητησωσιν οι καταλοιποι των ανθρωπων τον κυριον, και παντα τα εθνη εφ ους επικεκληται το ονομα μου επ αυτους, λεγει κυριος ποιων ταυτα
  18. γνωστα απ αιωνος.
  19. διο εγω κρινω μη παρενοχλειν τοις απο των εθνων επιστρεφουσιν επι τον θεον,
  20. αλλα επιστειλαι αυτοις του απεχεσθαι των αλισγηματων των ειδωλων και της πορνειας και του πνικτου και του αιματος
  21. Μωυσης γαρ εκ γενεων αρχαιων κατα πολιν τους κηρυσσοντας αυτον εχει εν ταις συναγωγαις κατα παν σαββατον αναγινωσκομενος.
  22. Τοτε εδοξε τοις αποστολοις και τοις πρεσβυτεροις συν ολη τη εκκλησια εκλεξαμενους ανδρας εξ αυτων πεμψαι εις Αντιοχειαν συν τω Παυλω και Βαρναβα, Ιουδαν τον καλουμενον Βαρσαββαν και Σιλαν, ανδρας ηγουμενους εν τοις αδελφοις,
  23. γραψαντες δια χειρος αυτων, Οι αποστολοι και οι πρεσβυτεροι αδελφοι τοις κατα την Αντιοχειαν και Συριαν και Κιλικιαν αδελφοις τοις εξ εθνων χαιρειν.
  24. Επειδη ηκουσαμεν οτι τινες εξ ημων [εξελθοντες] εταραξαν υμας λογοις ανασκευαζοντες τας ψυχας υμων, οις ου διεστειλαμεθα,
  25. εδοξεν ημιν γενομενοις ομοθυμαδον εκλεξαμενοις ανδρας πεμψαι προς υμας συν τοις αγαπητοις ημων Βαρναβα και Παυλω,
  26. ανθρωποις παραδεδωκοσι τας ψυχας αυτων υπερ του ονοματος του κυριου ημων Ιησου Χριστου.
  27. απεσταλκαμεν ουν Ιουδαν και Σιλαν, και αυτους δια λογου απαγγελλοντας τα αυτα.
  28. εδοξεν γαρ τω πνευματι τω αγιω και ημιν μηδεν πλεον επιτιθεσθαι υμιν βαρος πλην τουτων των επαναγκες,
  29. απεχεσθαι ειδωλοθυτων και αιματος και πνικτων και πορνειας εξ ων διατηρουντες εαυτους ευ πραξετε. Ερρωσθε.
  30. Οι μεν ουν απολυθεντες κατηλθον εις Αντιοχειαν, και συναγαγοντες το πληθος επεδωκαν την επιστολην
  31. αναγνοντες δε εχαρησαν επι τη παρακλησει.
  32. Ιουδας τε και Σιλας, και αυτοι προφηται οντες, δια λογου πολλου παρεκαλεσαν τους αδελφους και επεστηριξαν
  33. ποιησαντες δε χρονον απελυθησαν μετ ειρηνης απο των αδελφων προς τους αποστειλαντας αυτους.
  34. Παυλος
  35. δε και Βαρναβας διετριβον εν Αντιοχεια διδασκοντες και ευαγγελιζομενοι μετα και ετερων πολλων τον λογον του κυριου.
  36. Μετα δε τινας ημερας ειπεν προς Βαρναβαν Παυλος, Επιστρεψαντες δη επισκεψωμεθα τους αδελφους κατα πολιν πασαν εν αις κατηγγειλαμεν τον λογον του κυριου, πως εχουσιν.
  37. Βαρναβας δε εβουλετο συμπαραλαβειν και τον Ιωαννην τον καλουμενον Μαρκον
  38. Παυλος δε ηξιου τον αποσταντα απ αυτων απο Παμφυλιας και μη συνελθοντα αυτοις εις το εργον μη συμπαραλαμβανειν τουτον.
  39. εγενετο δε παροξυσμος ωστε αποχωρισθηναι αυτους απ αλληλων, τον τε Βαρναβαν παραλαβοντα τον Μαρκον εκπλευσαι εις Κυπρον.
  40. Παυλος δε επιλεξαμενος Σιλαν εξηλθεν παραδοθεις τη χαριτι του κυριου υπο των αδελφων,
  41. διηρχετο δε την Συριαν και [την] Κιλικιαν επιστηριζων τας εκκλησιας.

Chapter 16.

  1. Κατηντησεν δε [και] εις Δερβην και εις Λυστραν. και ιδου μαθητης τις ην εκει ονοματι Τιμοθεος, υιος γυναικος Ιουδαιας πιστης πατρος δε Ελληνος,
  2. ος εμαρτυρειτο υπο των εν Λυστροις και Ικονιω αδελφων.
  3. τουτον ηθελησεν ο Παυλος συν αυτω εξελθειν, και λαβων περιετεμεν αυτον δια τους Ιουδαιους τους οντας εν τοις τοποις εκεινοις, ηδεισαν γαρ απαντες οτι Ελλην ο πατηρ αυτου υπηρχεν.
  4. ως δε διεπορευοντο τας πολεις, παρεδιδοσαν αυτοις φυλασσειν τα δογματα τα κεκριμενα υπο των αποστολων και πρεσβυτερων των εν Ιεροσολυμοις.
  5. αι μεν ουν εκκλησιαι εστερεουντο τη πιστει και επερισσευον τω αριθμω καθ ημεραν.
  6. Διηλθον δε την Φρυγιαν και Γαλατικην χωραν, κωλυθεντες υπο του αγιου πνευματος λαλησαι τον λογον εν τη Ασια
  7. ελθοντες δε κατα την Μυσιαν επειραζον εις την Βιθυνιαν πορευθηναι, και ουκ ειασεν αυτους το πνευμα Ιησου
  8. παρελθοντες δε την Μυσιαν κατεβησαν εις Τρωαδα.
  9. και οραμα δια [της] νυκτος τω Παυλω ωφθη, ανηρ Μακεδων τις ην εστως και παρακαλων αυτον και λεγων, Διαβας εις Μακεδονιαν βοηθησον ημιν.
  10. ως δε το οραμα ειδεν, ευθεως εζητησαμεν εξελθειν εις Μακεδονιαν, συμβιβαζοντες οτι προσκεκληται ημας ο θεος ευαγγελισασθαι αυτους.
  11. Αναχθεντες δε απο Τρωαδος ευθυδρομησαμεν εις Σαμοθρακην, τη δε επιουση εις Νεαν Πολιν,
  12. κακειθεν εις Φιλιππους, ητις εστιν πρωτη[ς] μεριδος της Μακεδονιας πολις, κολωνια. ημεν δε εν ταυτη τη πολει διατριβοντες ημερας τινας.
  13. τη τε ημερα των σαββατων εξηλθομεν εξω της πυλης παρα ποταμον ου ενομιζομεν προσευχην ειναι, και καθισαντες ελαλουμεν ταις συνελθουσαις γυναιξιν.
  14. και τις γυνη ονοματι Λυδια, πορφυροπωλις πολεως Θυατειρων σεβομενη τον θεον, ηκουεν, ης ο κυριος διηνοιξεν την καρδιαν προσεχειν τοις λαλουμενοις υπο του Παυλου.
  15. ως δε εβαπτισθη και ο οικος αυτης, παρεκαλεσεν λεγουσα, Ει κεκρικατε με πιστην τω κυριω ειναι, εισελθοντες εις τον οικον μου μενετε και παρεβιασατο ημας.
  16. Εγενετο δε πορευομενων ημων εις την προσευχην παιδισκην τινα εχουσαν πνευμα πυθωνα υπαντησαι ημιν, ητις εργασιαν πολλην παρειχεν τοις κυριοις αυτης μαντευομενη.
  17. αυτη κατακολουθουσα τω Παυλω και ημιν εκραζεν λεγουσα, Ουτοι οι ανθρωποι δουλοι του θεου του υψιστου εισιν, οιτινες καταγγελλουσιν υμιν οδον σωτηριας.
  18. τουτο δε εποιει επι πολλας ημερας. διαπονηθεις δε Παυλος και επιστρεψας τω πνευματι ειπεν, Παραγγελλω σοι εν ονοματι Ιησου Χριστου εξελθειν απ αυτης και εξηλθεν αυτη τη ωρα.
  19. ιδοντες δε οι κυριοι αυτης οτι εξηλθεν η ελπις της εργασιας αυτων επιλαβομενοι τον Παυλον και τον Σιλαν ειλκυσαν εις την αγοραν επι τους αρχοντας,
  20. και προσαγαγοντες αυτους τοις στρατηγοις ειπαν, Ουτοι οι ανθρωποι εκταρασσουσιν ημων την πολιν Ιουδαιοι υπαρχοντες,
  21. και καταγγελλουσιν εθη α ουκ εξεστιν ημιν παραδεχεσθαι ουδε ποιειν Ρωμαιοις ουσιν.
  22. και συνεπεστη ο οχλος κατ αυτων, και οι στρατηγοι περιρηξαντες αυτων τα ιματια εκελευον ραβδιζειν,
  23. πολλας τε επιθεντες αυτοις πληγας εβαλον εις φυλακην, παραγγειλαντες τω δεσμοφυλακι ασφαλως τηρειν αυτους
  24. ος παραγγελιαν τοιαυτην λαβων εβαλεν αυτους εις την εσωτεραν φυλακην και τους ποδας ησφαλισατο αυτων εις το ξυλον.
  25. Κατα δε το μεσονυκτιον Παυλος και Σιλας προσευχομενοι υμνουν τον θεον, επηκροωντο δε αυτων οι δεσμιοι
  26. αφνω δε σεισμος εγενετο μεγας ωστε σαλευθηναι τα θεμελια του δεσμωτηριου, ηνεωχθησαν δε παραχρημα αι θυραι πασαι, και παντων τα δεσμα ανεθη.
  27. εξυπνος δε γενομενος ο δεσμοφυλαξ και ιδων ανεωγμενας τας θυρας της φυλακης, σπασαμενος [την] μαχαιραν ημελλεν εαυτον αναιρειν, νομιζων εκπεφευγεναι τους δεσμιους.
  28. εφωνησεν δε μεγαλη φωνη [ο] Παυλος λεγων, Μηδεν πραξης σεαυτω κακον, απαντες γαρ εσμεν ενθαδε.
  29. αιτησας δε φωτα εισεπηδησεν, και εντρομος γενομενος προσεπεσεν τω Παυλω και [τω] Σιλα,
  30. και προαγαγων αυτους εξω εφη, Κυριοι, τι με δει ποιειν ινα σωθω;
  31. οι δε ειπαν, Πιστευσον επι τον κυριον Ιησουν, και σωθηση συ και ο οικος σου.
  32. και ελαλησαν αυτω τον λογον του κυριου συν πασιν τοις εν τη οικια αυτου.
  33. και παραλαβων αυτους εν εκεινη τη ωρα της νυκτος ελουσεν απο των πληγων, και εβαπτισθη αυτος και οι αυτου παντες παραχρημα,
  34. αναγαγων τε αυτους εις τον οικον παρεθηκεν τραπεζαν, και ηγαλλιασατο πανοικει πεπιστευκως τω θεω.
  35. Ημερας δε γενομενης απεστειλαν οι στρατηγοι τους ραβδουχους λεγοντες, Απολυσον τους ανθρωπους εκεινους.
  36. απηγγειλεν δε ο δεσμοφυλαξ τους λογους [τουτους] προς τον Παυλον, οτι Απεσταλκαν οι στρατηγοι ινα απολυθητε νυν ουν εξελθοντες πορευεσθε εν ειρηνη.
  37. ο δε Παυλος εφη προς αυτους, Δειραντες ημας δημοσια ακατακριτους, ανθρωπους Ρωμαιους υπαρχοντας, εβαλαν εις φυλακην και νυν λαθρα ημας εκβαλλουσιν; ου γαρ, αλλα ελθοντες αυτοι ημας εξαγαγετωσαν.
  38. απηγγειλαν δε τοις στρατηγοις οι ραβδουχοι τα ρηματα ταυτα. εφοβηθησαν δε ακουσαντες οτι Ρωμαιοι εισιν,
  39. και ελθοντες παρεκαλεσαν αυτους, και εξαγαγοντες ηρωτων απελθειν απο της πολεως.
  40. εξελθοντες δε απο της φυλακης εισηλθον προς την Λυδιαν, και ιδοντες παρεκαλεσαν τους αδελφους και εξηλθαν.

Chapter 17.

  1. Διοδευσαντες δε την Αμφιπολιν και την Απολλωνιαν ηλθον εις Θεσσαλονικην, οπου ην συναγωγη των Ιουδαιων.
  2. κατα δε το ειωθος τω Παυλω εισηλθεν προς αυτους και επι σαββατα τρια διελεξατο αυτοις απο των γραφων,
  3. διανοιγων και παρατιθεμενος οτι τον Χριστον εδει παθειν και αναστηναι εκ νεκρων, και οτι ουτος εστιν ο Χριστος, [ο] Ιησους, ον εγω καταγγελλω υμιν.
  4. και τινες εξ αυτων επεισθησαν και προσεκληρωθησαν τω Παυλω και τω Σιλα, των τε σεβομενων Ελληνων πληθος πολυ γυναικων τε των πρωτων ουκ ολιγαι.
  5. Ζηλωσαντες δε οι Ιουδαιοι και προσλαβομενοι των αγοραιων ανδρας τινας πονηρους και οχλοποιησαντες εθορυβουν την πολιν, και επισταντες τη οικια Ιασονος εζητουν αυτους προαγαγειν εις τον δημον.
  6. μη ευροντες δε αυτους εσυρον Ιασονα και τινας αδελφους επι τους πολιταρχας, βοωντες οτι Οι την οικουμενην αναστατωσαντες ουτοι και ενθαδε παρεισιν,
  7. ους υποδεδεκται Ιασων και ουτοι παντες απεναντι των δογματων Καισαρος πρασσουσιν, βασιλεα ετερον λεγοντες ειναι Ιησουν.
  8. εταραξαν δε τον οχλον και τους πολιταρχας ακουοντας ταυτα,
  9. και λαβοντες το ικανον παρα του Ιασονος και των λοιπων απελυσαν αυτους.
  10. Οι δε αδελφοι ευθεως δια νυκτος εξεπεμψαν τον τε Παυλον και τον Σιλαν εις Βεροιαν, οιτινες παραγενομενοι εις την συναγωγην των Ιουδαιων απηεσαν.
  11. ουτοι δε ησαν ευγενεστεροι των εν Θεσσαλονικη, οιτινες εδεξαντο τον λογον μετα πασης προθυμιας, καθ ημεραν ανακρινοντες τας γραφας ει εχοι ταυτα ουτως.
  12. πολλοι μεν ουν εξ αυτων επιστευσαν, και των Ελληνιδων γυναικων των ευσχημονων και ανδρων ουκ ολιγοι.
  13. Ως δε εγνωσαν οι απο της Θεσσαλονικης Ιουδαιοι οτι και εν τη Βεροια κατηγγελη υπο του Παυλου ο λογος του θεου, ηλθον κακει σαλευοντες και ταρασσοντες τους οχλους.
  14. ευθεως δε τοτε τον Παυλον εξαπεστειλαν οι αδελφοι πορευεσθαι εως επι την θαλασσαν υπεμειναν τε ο τε Σιλας και ο Τιμοθεος εκει.
  15. οι δε καθιστανοντες τον Παυλον ηγαγον εως Αθηνων, και λαβοντες εντολην προς τον Σιλαν και τον Τιμοθεον ινα ως ταχιστα ελθωσιν προς αυτον εξηεσαν.
  16. Εν δε ταις Αθηναις εκδεχομενου αυτους του Παυλου, παρωξυνετο το πνευμα αυτου εν αυτω θεωρουντος κατειδωλον ουσαν την πολιν.
  17. διελεγετο μεν ουν εν τη συναγωγη τοις Ιουδαιοις και τοις σεβομενοις και εν τη αγορα κατα πασαν ημεραν προς τους παρατυγχανοντας.
  18. τινες δε και των Επικουρειων και Στοικων φιλοσοφων συνεβαλλον αυτω, και τινες ελεγον, Τι αν θελοι ο σπερμολογος ουτος λεγειν; οι δε, Ξενων δαιμονιων δοκει καταγγελευς ειναι οτι τον Ιησουν και την αναστασιν ευηγγελιζετο.
  19. επιλαβομενοι τε αυτου επι τον Αρειον Παγον ηγαγον, λεγοντες, Δυναμεθα γνωναι τις η καινη αυτη η υπο σου λαλουμενη διδαχη;
  20. ξενιζοντα γαρ τινα εισφερεις εις τας ακοας ημων βουλομεθα ουν γνωναι τινα θελει ταυτα ειναι.
  21. Αθηναιοι δε παντες και οι επιδημουντες ξενοι εις ουδεν ετερον ηυκαιρουν η λεγειν τι η ακουειν τι καινοτερον.
  22. Σταθεις δε [ο] Παυλος εν μεσω του Αρειου Παγου εφη, Ανδρες Αθηναιοι, κατα παντα ως δεισιδαιμονεστερους υμας θεωρω
  23. διερχομενος γαρ και αναθεωρων τα σεβασματα υμων ευρον και βωμον εν ω επεγεγραπτο, Αγνωστω θεω. ο ουν αγνοουντες ευσεβειτε, τουτο εγω καταγγελλω υμιν.
  24. ο θεος ο ποιησας τον κοσμον και παντα τα εν αυτω, ουτος ουρανου και γης υπαρχων κυριος ουκ εν χειροποιητοις ναοις κατοικει
  25. ουδε υπο χειρων ανθρωπινων θεραπευεται προσδεομενος τινος, αυτος διδους πασι ζωην και πνοην και τα παντα
  26. εποιησεν τε εξ ενος παν εθνος ανθρωπων κατοικειν επι παντος προσωπου της γης, ορισας προστεταγμενους καιρους και τας οροθεσιας της κατοικιας αυτων,
  27. ζητειν τον θεον ει αρα γε ψηλαφησειαν αυτον και ευροιεν, και γε ου μακραν απο ενος εκαστου ημων υπαρχοντα.
  28. Εν αυτω γαρ ζωμεν και κινουμεθα και εσμεν, ως και τινες των καθ υμας ποιητων ειρηκασιν, Του γαρ και γενος εσμεν.
  29. γενος ουν υπαρχοντες του θεου ουκ οφειλομεν νομιζειν χρυσω η αργυρω η λιθω, χαραγματι τεχνης και ενθυμησεως ανθρωπου, το θειον ειναι ομοιον.
  30. τους μεν ουν χρονους της αγνοιας υπεριδων ο θεος τα νυν παραγγελλει τοις ανθρωποις παντας πανταχου μετανοειν,
  31. καθοτι εστησεν ημεραν εν η μελλει κρινειν την οικουμενην εν δικαιοσυνη εν ανδρι ω ωρισεν, πιστιν παρασχων πασιν αναστησας αυτον εκ νεκρων.
  32. Ακουσαντες δε αναστασιν νεκρων οι μεν εχλευαζον, οι δε ειπαν, Ακουσομεθα σου περι τουτου και παλιν.
  33. ουτως ο Παυλος εξηλθεν εκ μεσου αυτων.
  34. τινες δε ανδρες κολληθεντες αυτω επιστευσαν, εν οις και Διονυσιος ο Αρεοπαγιτης και γυνη ονοματι Δαμαρις και ετεροι συν αυτοις.

Chapter 18.

  1. Μετα ταυτα χωρισθεις εκ των Αθηνων ηλθεν εις Κορινθον.
  2. και ευρων τινα Ιουδαιον ονοματι Ακυλαν, Ποντικον τω γενει, προσφατως εληλυθοτα απο της Ιταλιας και Πρισκιλλαν γυναικα αυτου δια το διατεταχεναι Κλαυδιον χωριζεσθαι παντας τους Ιουδαιους απο της Ρωμης, προσηλθεν αυτοις,
  3. και δια το ομοτεχνον ειναι εμενεν παρ αυτοις και ηργαζετο ησαν γαρ σκηνοποιοι τη τεχνη.
  4. διελεγετο δε εν τη συναγωγη κατα παν σαββατον, επειθεν τε Ιουδαιους και Ελληνας.
  5. Ως δε κατηλθον απο της Μακεδονιας ο τε Σιλας και ο Τιμοθεος, συνειχετο τω λογω ο Παυλος, διαμαρτυρομενος τοις Ιουδαιοις ειναι τον Χριστον, Ιησουν.
  6. αντιτασσομενων δε αυτων και βλασφημουντων εκτιναξαμενος τα ιματια ειπεν προς αυτους, Το αιμα υμων επι την κεφαλην υμων καθαρος εγω απο του νυν εις τα εθνη πορευσομαι.
  7. και μεταβας εκειθεν εισηλθεν εις οικιαν τινος ονοματι Τιτιου Ιουστου σεβομενου τον θεον, ου η οικια ην συνομορουσα τη συναγωγη.
  8. Κρισπος δε ο αρχισυναγωγος επιστευσεν τω κυριω συν ολω τω οικω αυτου, και πολλοι των Κορινθιων ακουοντες επιστευον και εβαπτιζοντο.
  9. ειπεν δε ο κυριος εν νυκτι δι οραματος τω Παυλω, Μη φοβου, αλλα λαλει και μη σιωπησης,
  10. διοτι εγω ειμι μετα σου και ουδεις επιθησεται σοι του κακωσαι σε, διοτι λαος εστι μοι πολυς εν τη πολει ταυτη.
  11. Εκαθισεν δε ενιαυτον και μηνας εξ διδασκων εν αυτοις τον λογον του θεου.
  12. Γαλλιωνος δε ανθυπατου οντος της Αχαιας κατεπεστησαν ομοθυμαδον οι Ιουδαιοι τω Παυλω και ηγαγον αυτον επι το βημα,
  13. λεγοντες οτι Παρα τον νομον αναπειθει ουτος τους ανθρωπους σεβεσθαι τον θεον.
  14. μελλοντος δε του Παυλου ανοιγειν το στομα ειπεν ο Γαλλιων προς τους Ιουδαιους, Ει μεν ην αδικημα τι η ραδιουργημα πονηρον, ω Ιουδαιοι, κατα λογον αν ανεσχομην υμων
  15. ει δε ζητηματα εστιν περι λογου και ονοματων και νομου του καθ υμας, οψεσθε αυτοι κριτης εγω τουτων ου βουλομαι ειναι.
  16. και απηλασεν αυτους απο του βηματος.
  17. επιλαβομενοι δε παντες Σωσθενην τον αρχισυναγωγον ετυπτον εμπροσθεν του βηματος και ουδεν τουτων τω Γαλλιωνι εμελεν.
  18. Ο δε Παυλος ετι προσμεινας ημερας ικανας τοις αδελφοις αποταξαμενος εξεπλει εις την Συριαν, και συν αυτω Πρισκιλλα και Ακυλας, κειραμενος εν Κεγχρεαις την κεφαλην, ειχεν γαρ ευχην.
  19. κατηντησαν δε εις Εφεσον, κακεινους κατελιπεν αυτου, αυτος δε εισελθων εις την συναγωγην διελεξατο τοις Ιουδαιοις.
  20. ερωτωντων δε αυτων επι πλειονα χρονον μειναι ουκ επενευσεν,
  21. αλλα αποταξαμενος και ειπων, Παλιν ανακαμψω προς υμας του θεου θελοντος, ανηχθη απο της Εφεσου
  22. και κατελθων εις Καισαρειαν, αναβας και ασπασαμενος την εκκλησιαν, κατεβη εις Αντιοχειαν,
  23. και ποιησας χρονον τινα εξηλθεν, διερχομενος καθεξης την Γαλατικην χωραν και Φρυγιαν, επιστηριζων παντας τους μαθητας.
  24. Ιουδαιος δε τις Απολλως ονοματι, Αλεξανδρευς τω γενει, ανηρ λογιος, κατηντησεν εις Εφεσον, δυνατος ων εν ταις γραφαις.
  25. ουτος ην κατηχημενος την οδον του κυριου, και ζεων τω πνευματι ελαλει και εδιδασκεν ακριβως τα περι του Ιησου, επισταμενος μονον το βαπτισμα Ιωαννου.
  26. ουτος τε ηρξατο παρρησιαζεσθαι εν τη συναγωγη ακουσαντες δε αυτου Πρισκιλλα και Ακυλας προσελαβοντο αυτον και ακριβεστερον αυτω εξεθεντο την οδον [του θεου].
  27. βουλομενου δε αυτου διελθειν εις την Αχαιαν προτρεψαμενοι οι αδελφοι εγραψαν τοις μαθηταις αποδεξασθαι αυτον ος παραγενομενος συνεβαλετο πολυ τοις πεπιστευκοσιν δια της χαριτος
  28. ευτονως γαρ τοις Ιουδαιοις διακατηλεγχετο δημοσια επιδεικνυς δια των γραφων ειναι τον Χριστον, Ιησουν.