Acts.

Chapters 12-14.


Chapter 12.

  1. Κατ εκεινον δε τον καιρον επεβαλεν Ηρωδης ο βασιλευς τας χειρας κακωσαι τινας των απο της εκκλησιας.
  2. ανειλεν δε Ιακωβον τον αδελφον Ιωαννου μαχαιρη.
  3. ιδων δε οτι αρεστον εστιν τοις Ιουδαιοις προσεθετο συλλαβειν και Πετρον, ησαν δε [αι] ημεραι των αζυμων,
  4. ον και πιασας εθετο εις φυλακην, παραδους τεσσαρσιν τετραδιοις στρατιωτων φυλασσειν αυτον, βουλομενος μετα το πασχα αναγαγειν αυτον τω λαω.
  5. ο μεν ουν Πετρος ετηρειτο εν τη φυλακη προσευχη δε ην εκτενως γινομενη υπο της εκκλησιας προς τον θεον περι αυτου.
  6. Οτε δε ημελλεν προαγαγειν αυτον ο Ηρωδης, τη νυκτι εκεινη ην ο Πετρος κοιμωμενος μεταξυ δυο στρατιωτων δεδεμενος αλυσεσιν δυσιν, φυλακες τε προ της θυρας ετηρουν την φυλακην.
  7. και ιδου αγγελος κυριου επεστη, και φως ελαμψεν εν τω οικηματι παταξας δε την πλευραν του Πετρου ηγειρεν αυτον λεγων, Αναστα εν ταχει. και εξεπεσαν αυτου αι αλυσεις εκ των χειρων.
  8. ειπεν δε ο αγγελος προς αυτον, Ζωσαι και υποδησαι τα σανδαλια σου. εποιησεν δε ουτως. και λεγει αυτω, Περιβαλου το ιματιον σου και ακολουθει μοι.
  9. και εξελθων ηκολουθει, και ουκ ηδει οτι αληθες εστιν το γινομενον δια του αγγελου, εδοκει δε οραμα βλεπειν.
  10. διελθοντες δε πρωτην φυλακην και δευτεραν ηλθαν επι την πυλην την σιδηραν την φερουσαν εις την πολιν, ητις αυτοματη ηνοιγη αυτοις, και εξελθοντες προηλθον ρυμην μιαν, και ευθεως απεστη ο αγγελος απ αυτου.
  11. και ο Πετρος εν εαυτω γενομενος ειπεν, Νυν οιδα αληθως οτι εξαπεστειλεν [ο] κυριος τον αγγελον αυτου και εξειλατο με εκ χειρος Ηρωδου και πασης της προσδοκιας του λαου των Ιουδαιων.
  12. συνιδων τε ηλθεν επι την οικιαν της Μαριας της μητρος Ιωαννου του επικαλουμενου Μαρκου, ου ησαν ικανοι συνηθροισμενοι και προσευχομενοι.
  13. κρουσαντος δε αυτου την θυραν του πυλωνος προσηλθεν παιδισκη υπακουσαι ονοματι Ροδη
  14. και επιγνουσα την φωνην του Πετρου απο της χαρας ουκ ηνοιξεν τον πυλωνα, εισδραμουσα δε απηγγειλεν εσταναι τον Πετρον προ του πυλωνος.
  15. οι δε προς αυτην ειπαν, Μαινη. η δε διισχυριζετο ουτως εχειν. οι δε ελεγον, Ο αγγελος εστιν αυτου.
  16. ο δε Πετρος επεμενεν κρουων ανοιξαντες δε ειδαν αυτον και εξεστησαν.
  17. κατασεισας δε αυτοις τη χειρι σιγαν διηγησατο [αυτοις] πως ο κυριος αυτον εξηγαγεν εκ της φυλακης, ειπεν τε, Απαγγειλατε Ιακωβω και τοις αδελφοις ταυτα. και εξελθων επορευθη εις ετερον τοπον.
  18. Γενομενης δε ημερας ην ταραχος ουκ ολιγος εν τοις στρατιωταις, τι αρα ο Πετρος εγενετο.
  19. Ηρωδης δε επιζητησας αυτον και μη ευρων ανακρινας τους φυλακας εκελευσεν απαχθηναι, και κατελθων απο της Ιουδαιας εις Καισαρειαν διετριβεν.
  20. Ην δε θυμομαχων Τυριοις και Σιδωνιοις ομοθυμαδον δε παρησαν προς αυτον, και πεισαντες Βλαστον τον επι του κοιτωνος του βασιλεως ητουντο ειρηνην, δια το τρεφεσθαι αυτων την χωραν απο της βασιλικης.
  21. τακτη δε ημερα ο Ηρωδης ενδυσαμενος εσθητα βασιλικην [και] καθισας επι του βηματος εδημηγορει προς αυτους
  22. ο δε δημος επεφωνει, Θεου φωνη και ουκ ανθρωπου.
  23. παραχρημα δε επαταξεν αυτον αγγελος κυριου ανθ ων ουκ εδωκεν την δοξαν τω θεω, και γενομενος σκωληκοβρωτος εξεψυξεν.
  24. Ο δε λογος του θεου ηυξανεν και επληθυνετο.
  25. Βαρναβας δε και Σαυλος υπεστρεψαν εις Ιερουσαλημ πληρωσαντες την διακονιαν, συμπαραλαβοντες Ιωαννην τον επικληθεντα Μαρκον.

Chapter 13.

  1. Ησαν δε εν Αντιοχεια κατα την ουσαν εκκλησιαν προφηται και διδασκαλοι ο τε Βαρναβας και Συμεων ο καλουμενος Νιγερ, και Λουκιος ο Κυρηναιος, Μαναην τε Ηρωδου του τετρααρχου συντροφος και Σαυλος.
  2. λειτουργουντων δε αυτων τω κυριω και νηστευοντων ειπεν το πνευμα το αγιον, Αφορισατε δη μοι τον Βαρναβαν και Σαυλον εις το εργον ο προσκεκλημαι αυτους.
  3. τοτε νηστευσαντες και προσευξαμενοι και επιθεντες τας χειρας αυτοις απελυσαν.
  4. Αυτοι μεν ουν εκπεμφθεντες υπο του αγιου πνευματος κατηλθον εις Σελευκειαν, εκειθεν τε απεπλευσαν εις Κυπρον,
  5. και γενομενοι εν Σαλαμινι κατηγγελλον τον λογον του θεου εν ταις συναγωγαις των Ιουδαιων ειχον δε και Ιωαννην υπηρετην.
  6. διελθοντες δε ολην την νησον αχρι Παφου ευρον ανδρα τινα μαγον ψευδοπροφητην Ιουδαιον ω ονομα Βαριησου,
  7. ος ην συν τω ανθυπατω Σεργιω Παυλω, ανδρι συνετω. ουτος προσκαλεσαμενος Βαρναβαν και Σαυλον επεζητησεν ακουσαι τον λογον του θεου
  8. ανθιστατο δε αυτοις Ελυμας ο μαγος, ουτως γαρ μεθερμηνευεται το ονομα αυτου, ζητων διαστρεψαι τον ανθυπατον απο της πιστεως.
  9. Σαυλος δε, ο και Παυλος, πλησθεις πνευματος αγιου ατενισας εις αυτον
  10. ειπεν, Ω πληρης παντος δολου και πασης ραδιουργιας, υιε διαβολου, εχθρε πασης δικαιοσυνης, ου παυση διαστρεφων τας οδους [του] κυριου τας ευθειας;
  11. και νυν ιδου χειρ κυριου επι σε, και εση τυφλος μη βλεπων τον ηλιον αχρι καιρου. παραχρημα τε επεσεν επ αυτον αχλυς και σκοτος, και περιαγων εζητει χειραγωγους.
  12. τοτε ιδων ο ανθυπατος το γεγονος επιστευσεν εκπλησσομενος επι τη διδαχη του κυριου.
  13. Αναχθεντες δε απο της Παφου οι περι Παυλον ηλθον εις Περγην της Παμφυλιας Ιωαννης δε αποχωρησας απ αυτων υπεστρεψεν εις Ιεροσολυμα.
  14. αυτοι δε διελθοντες απο της Περγης παρεγενοντο εις Αντιοχειαν την Πισιδιαν, και [εις]ελθοντες εις την συναγωγην τη ημερα των σαββατων εκαθισαν.
  15. μετα δε την αναγνωσιν του νομου και των προφητων απεστειλαν οι αρχισυναγωγοι προς αυτους λεγοντες, Ανδρες αδελφοι, ει τις εστιν εν υμιν λογος παρακλησεως προς τον λαον, λεγετε.
  16. αναστας δε Παυλος και κατασεισας τη χειρι ειπεν Ανδρες Ισραηλιται και οι φοβουμενοι τον θεον, ακουσατε.
  17. ο θεος του λαου τουτου Ισραηλ εξελεξατο τους πατερας ημων, και τον λαον υψωσεν εν τη παροικια εν γη Αιγυπτου, και μετα βραχιονος υψηλου εξηγαγεν αυτους εξ αυτης,
  18. και ως τεσσερακονταετη χρονον ετροποφορησεν αυτους εν τη ερημω,
  19. και καθελων εθνη επτα εν γη Χανααν κατεκληρονομησεν την γην αυτων
  20. ως ετεσιν τετρακοσιοις και πεντηκοντα. και μετα ταυτα εδωκεν κριτας εως Σαμουηλ [του] προφητου.
  21. κακειθεν ητησαντο βασιλεα, και εδωκεν αυτοις ο θεος τον Σαουλ υιον Κις, ανδρα εκ φυλης Βενιαμιν, ετη τεσσερακοντα.
  22. και μεταστησας αυτον ηγειρεν τον Δαυιδ αυτοις εις βασιλεα, ω και ειπεν μαρτυρησας, Ευρον Δαυιδ τον του Ιεσσαι, ανδρα κατα την καρδιαν μου, ος ποιησει παντα τα θεληματα μου.
  23. τουτου ο θεος απο του σπερματος κατ επαγγελιαν ηγαγεν τω Ισραηλ σωτηρα Ιησουν,
  24. προκηρυξαντος Ιωαννου προ προσωπου της εισοδου αυτου βαπτισμα μετανοιας παντι τω λαω Ισραηλ.
  25. ως δε επληρου Ιωαννης τον δρομον, ελεγεν, Τι εμε υπονοειτε ειναι; ουκ ειμι εγω αλλ ιδου ερχεται μετ εμε ου ουκ ειμι αξιος το υποδημα των ποδων λυσαι.
  26. Ανδρες αδελφοι, υιοι γενους Αβρααμ και οι εν υμιν φοβουμενοι τον θεον, ημιν ο λογος της σωτηριας ταυτης εξαπεσταλη.
  27. οι γαρ κατοικουντες εν Ιερουσαλημ και οι αρχοντες αυτων τουτον αγνοησαντες και τας φωνας των προφητων τας κατα παν σαββατον αναγινωσκομενας κριναντες επληρωσαν,
  28. και μηδεμιαν αιτιαν θανατου ευροντες ητησαντο Πιλατον αναιρεθηναι αυτον
  29. ως δε ετελεσαν παντα τα περι αυτου γεγραμμενα, καθελοντες απο του ξυλου εθηκαν εις μνημειον.
  30. ο δε θεος ηγειρεν αυτον εκ νεκρων
  31. ος ωφθη επι ημερας πλειους τοις συναναβασιν αυτω απο της Γαλιλαιας εις Ιερουσαλημ, οιτινες [νυν] εισιν μαρτυρες αυτου προς τον λαον.
  32. και ημεις υμας ευαγγελιζομεθα την προς τους πατερας επαγγελιαν γενομενην,
  33. οτι ταυτην ο θεος εκπεπληρωκεν τοις τεκνοις [αυτων] ημιν αναστησας Ιησουν, ως και εν τω ψαλμω γεγραπται τω δευτερω, Υιος μου ει συ, εγω σημερον γεγεννηκα σε.
  34. οτι δε ανεστησεν αυτον εκ νεκρων μηκετι μελλοντα υποστρεφειν εις διαφθοραν, ουτως ειρηκεν οτι Δωσω υμιν τα οσια Δαυιδ τα πιστα.
  35. διοτι και εν ετερω λεγει, Ου δωσεις τον οσιον σου ιδειν διαφθοραν.
  36. Δαυιδ μεν γαρ ιδια γενεα υπηρετησας τη του θεου βουλη εκοιμηθη και προσετεθη προς τους πατερας αυτου και ειδεν διαφθοραν,
  37. ον δε ο θεος ηγειρεν ουκ ειδεν διαφθοραν.
  38. γνωστον ουν εστω υμιν, ανδρες αδελφοι, οτι δια τουτου υμιν αφεσις αμαρτιων καταγγελλεται [,και] απο παντων ων ουκ ηδυνηθητε εν νομω Μωυσεως δικαιωθηναι
  39. εν τουτω πας ο πιστευων δικαιουται.
  40. βλεπετε ουν μη επελθη το ειρημενον εν τοις προφηταις,
  41. Ιδετε, οι καταφρονηται, και θαυμασατε και αφανισθητε, οτι εργον εργαζομαι εγω εν ταις ημεραις υμων, εργον ο ου μη πιστευσητε εαν τις εκδιηγηται υμιν.
  42. Εξιοντων δε αυτων παρεκαλουν εις το μεταξυ σαββατον λαληθηναι αυτοις τα ρηματα ταυτα.
  43. λυθεισης δε της συναγωγης ηκολουθησαν πολλοι των Ιουδαιων και των σεβομενων προσηλυτων τω Παυλω και τω Βαρναβα, οιτινες προσλαλουντες αυτοις επειθον αυτους προσμενειν τη χαριτι του θεου.
  44. Τω δε ερχομενω σαββατω σχεδον πασα η πολις συνηχθη ακουσαι τον λογον του κυριου.
  45. ιδοντες δε οι Ιουδαιοι τους οχλους επλησθησαν ζηλου και αντελεγον τοις υπο Παυλου λαλουμενοις βλασφημουντες.
  46. παρρησιασαμενοι τε ο Παυλος και ο Βαρναβας ειπαν, Υμιν ην αναγκαιον πρωτον λαληθηναι τον λογον του θεου επειδη απωθεισθε αυτον και ουκ αξιους κρινετε εαυτους της αιωνιου ζωης, ιδου στρεφομεθα εις τα εθνη.
  47. ουτως γαρ εντεταλται ημιν ο κυριος, Τεθεικα σε εις φως εθνων του ειναι σε εις σωτηριαν εως εσχατου της γης.
  48. ακουοντα δε τα εθνη εχαιρον και εδοξαζον τον λογον του κυριου, και επιστευσαν οσοι ησαν τεταγμενοι εις ζωην αιωνιον
  49. διεφερετο δε ο λογος του κυριου δι ολης της χωρας.
  50. οι δε Ιουδαιοι παρωτρυναν τας σεβομενας γυναικας τας ευσχημονας και τους πρωτους της πολεως και επηγειραν διωγμον επι τον Παυλον και Βαρναβαν, και εξεβαλον αυτους απο των οριων αυτων.
  51. οι δε εκτιναξαμενοι τον κονιορτον των ποδων επ αυτους ηλθον εις Ικονιον,
  52. οι τε μαθηται επληρουντο χαρας και πνευματος αγιου.

Chapter 14.

  1. Εγενετο δε εν Ικονιω κατα το αυτο εισελθειν αυτους εις την συναγωγην των Ιουδαιων και λαλησαι ουτως ωστε πιστευσαι Ιουδαιων τε και Ελληνων πολυ πληθος.
  2. οι δε απειθησαντες Ιουδαιοι επηγειραν και εκακωσαν τας ψυχας των εθνων κατα των αδελφων.
  3. ικανον μεν ουν χρονον διετριψαν παρρησιαζομενοι επι τω κυριω τω μαρτυρουντι [επι] τω λογω της χαριτος αυτου, διδοντι σημεια και τερατα γινεσθαι δια των χειρων αυτων.
  4. εσχισθη δε το πληθος της πολεως, και οι μεν ησαν συν τοις Ιουδαιοις οι δε συν τοις αποστολοις.
  5. ως δε εγενετο ορμη των εθνων τε και Ιουδαιων συν τοις αρχουσιν αυτων υβρισαι και λιθοβολησαι αυτους,
  6. συνιδοντες κατεφυγον εις τας πολεις της Λυκαονιας Λυστραν και Δερβην και την περιχωρον,
  7. κακει ευαγγελιζομενοι ησαν.
  8. Και τις ανηρ αδυνατος εν Λυστροις τοις ποσιν εκαθητο, χωλος εκ κοιλιας μητρος αυτου, ος ουδεποτε περιεπατησεν.
  9. ουτος ηκουσεν του Παυλου λαλουντος ος ατενισας αυτω και ιδων οτι εχει πιστιν του σωθηναι
  10. ειπεν μεγαλη φωνη, Αναστηθι επι τους ποδας σου ορθος. και ηλατο και περιεπατει.
  11. οι τε οχλοι ιδοντες ο εποιησεν Παυλος επηραν την φωνην αυτων Λυκαονιστι λεγοντες, Οι θεοι ομοιωθεντες ανθρωποις κατεβησαν προς ημας
  12. εκαλουν τε τον Βαρναβαν Δια, τον δε Παυλον Ερμην, επειδη αυτος ην ο ηγουμενος του λογου.
  13. ο τε ιερευς του Διος του οντος προ της πολεως ταυρους και στεμματα επι τους πυλωνας ενεγκας συν τοις οχλοις ηθελεν θυειν.
  14. ακουσαντες δε οι αποστολοι Βαρναβας και Παυλος, διαρρηξαντες τα ιματια αυτων εξεπηδησαν εις τον οχλον, κραζοντες
  15. και λεγοντες, Ανδρες, τι ταυτα ποιειτε; και ημεις ομοιοπαθεις εσμεν υμιν ανθρωποι, ευαγγελιζομενοι υμας απο τουτων των ματαιων επιστρεφειν επι θεον ζωντα ος εποιησεν τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις
  16. ος εν ταις παρωχημεναις γενεαις ειασεν παντα τα εθνη πορευεσθαι ταις οδοις αυτων
  17. καιτοι ουκ αμαρτυρον αυτον αφηκεν αγαθουργων, ουρανοθεν υμιν υετους διδους και καιρους καρποφορους, εμπιπλων τροφης και ευφροσυνης τας καρδιας υμων.
  18. και ταυτα λεγοντες μολις κατεπαυσαν τους οχλους του μη θυειν αυτοις.
  19. Επηλθαν δε απο Αντιοχειας και Ικονιου Ιουδαιοι, και πεισαντες τους οχλους και λιθασαντες τον Παυλον εσυρον εξω της πολεως, νομιζοντες αυτον τεθνηκεναι.
  20. κυκλωσαντων δε των μαθητων αυτον αναστας εισηλθεν εις την πολιν. και τη επαυριον εξηλθεν συν τω Βαρναβα εις Δερβην.
  21. Ευαγγελισαμενοι τε την πολιν εκεινην και μαθητευσαντες ικανους υπεστρεψαν εις την Λυστραν και εις Ικονιον και εις Αντιοχειαν,
  22. επιστηριζοντες τας ψυχας των μαθητων, παρακαλουντες εμμενειν τη πιστει, και οτι δια πολλων θλιψεων δει ημας εισελθειν εις την βασιλειαν του θεου.
  23. χειροτονησαντες δε αυτοις κατ εκκλησιαν πρεσβυτερους προσευξαμενοι μετα νηστειων παρεθεντο αυτους τω κυριω εις ον πεπιστευκεισαν.
  24. και διελθοντες την Πισιδιαν ηλθον εις την Παμφυλιαν,
  25. και λαλησαντες εν Περγη τον λογον κατεβησαν εις Ατταλειαν.
  26. κακειθεν απεπλευσαν εις Αντιοχειαν, οθεν ησαν παραδεδομενοι τη χαριτι του θεου εις το εργον ο επληρωσαν.
  27. παραγενομενοι δε και συναγαγοντες την εκκλησιαν ανηγγελλον οσα εποιησεν ο θεος μετ αυτων και οτι ηνοιξεν τοις εθνεσιν θυραν πιστεως.
  28. διετριβον δε χρονον ουκ ολιγον συν τοις μαθηταις.