Acts.

Chapters 1-4.


Chapter 1.

  1. Τον μεν πρωτον λογον εποιησαμην περι παντων, ω Θεοφιλε, ων ηρξατο ο Ιησους ποιειν τε και διδασκειν
  2. αχρι ης ημερας εντειλαμενος τοις αποστολοις δια πνευματος αγιου ους εξελεξατο ανελημφθη
  3. οις και παρεστησεν εαυτον ζωντα μετα το παθειν αυτον εν πολλοις τεκμηριοις, δι ημερων τεσσερακοντα οπτανομενος αυτοις και λεγων τα περι της βασιλειας του θεου.
  4. και συναλιζομενος παρηγγειλεν αυτοις απο Ιεροσολυμων μη χωριζεσθαι, αλλα περιμενειν την επαγγελιαν του πατρος ην ηκουσατε μου
  5. οτι Ιωαννης μεν εβαπτισεν υδατι, υμεις δε εν πνευματι βαπτισθησεσθε αγιω ου μετα πολλας ταυτας ημερας.
  6. Οι μεν ουν συνελθοντες ηρωτων αυτον λεγοντες, Κυριε, ει εν τω χρονω τουτω αποκαθιστανεις την βασιλειαν τω Ισραηλ;
  7. ειπεν δε προς αυτους, Ουχ υμων εστιν γνωναι χρονους η καιρους ους ο πατηρ εθετο εν τη ιδια εξουσια
  8. αλλα λημψεσθε δυναμιν επελθοντος του αγιου πνευματος εφ υμας, και εσεσθε μου μαρτυρες εν τε Ιερουσαλημ και [εν] παση τη Ιουδαια και Σαμαρεια και εως εσχατου της γης.
  9. και ταυτα ειπων βλεποντων αυτων επηρθη, και νεφελη υπελαβεν αυτον απο των οφθαλμων αυτων.
  10. και ως ατενιζοντες ησαν εις τον ουρανον πορευομενου αυτου, και ιδου ανδρες δυο παρειστηκεισαν αυτοις εν εσθησεσι λευκαις,
  11. οι και ειπαν, Ανδρες Γαλιλαιοι, τι εστηκατε [εμ]βλεποντες εις τον ουρανον; ουτος ο Ιησους ο αναλημφθεις αφ υμων εις τον ουρανον ουτως ελευσεται ον τροπον εθεασασθε αυτον πορευομενον εις τον ουρανον.
  12. Τοτε υπεστρεψαν εις Ιερουσαλημ απο ορους του καλουμενου Ελαιωνος, ο εστιν εγγυς Ιερουσαλημ σαββατου εχον οδον.
  13. και οτε εισηλθον, εις το υπερωον ανεβησαν ου ησαν καταμενοντες, ο τε Πετρος και Ιωαννης και Ιακωβος και Ανδρεας, Φιλιππος και Θωμας, Βαρθολομαιος και Μαθθαιος, Ιακωβος Αλφαιου και Σιμων ο ζηλωτης και Ιουδας Ιακωβου.
  14. ουτοι παντες ησαν προσκαρτερουντες ομοθυμαδον τη προσευχη συν γυναιξιν και Μαριαμ τη μητρι του Ιησου και τοις αδελφοις αυτου.
  15. Και εν ταις ημεραις ταυταις αναστας Πετρος εν μεσω των αδελφων ειπεν, ην τε οχλος ονοματων επι το αυτο ωσει εκατον εικοσι,
  16. Ανδρες αδελφοι, εδει πληρωθηναι την γραφην ην προειπεν το πνευμα το αγιον δια στοματος Δαυιδ περι Ιουδα του γενομενου οδηγου τοις συλλαβουσιν Ιησουν,
  17. οτι κατηριθμημενος ην εν ημιν και ελαχεν τον κληρον της διακονιας ταυτης.
  18. Ουτος μεν ουν εκτησατο χωριον εκ μισθου της αδικιας, και πρηνης γενομενος ελακησεν μεσος, και εξεχυθη παντα τα σπλαγχνα αυτου.
  19. και γνωστον εγενετο πασι τοις κατοικουσιν Ιερουσαλημ, ωστε κληθηναι το χωριον εκεινο τη ιδια διαλεκτω αυτων Ακελδαμαχ, τουτ εστιν, Χωριον Αιματος.
  20. Γεγραπται γαρ εν βιβλω ψαλμων, Γενηθητω η επαυλις αυτου ερημος και μη εστω ο κατοικων εν αυτη, και, Την επισκοπην αυτου λαβετω ετερος.
  21. δει ουν των συνελθοντων ημιν ανδρων εν παντι χρονω ω εισηλθεν και εξηλθεν εφ ημας ο κυριος Ιησους,
  22. αρξαμενος απο του βαπτισματος Ιωαννου εως της ημερας ης ανελημφθη αφ ημων, μαρτυρα της αναστασεως αυτου συν ημιν γενεσθαι ενα τουτων.
  23. και εστησαν δυο, Ιωσηφ τον καλουμενον Βαρσαββαν, ος επεκληθη Ιουστος, και Μαθθιαν.
  24. και προσευξαμενοι ειπαν, Συ κυριε, καρδιογνωστα παντων, αναδειξον ον εξελεξω εκ τουτων των δυο ενα
  25. λαβειν τον τοπον της διακονιας ταυτης και αποστολης, αφ ης παρεβη Ιουδας πορευθηναι εις τον τοπον τον ιδιον.
  26. και εδωκαν κληρους αυτοις, και επεσεν ο κληρος επι Μαθθιαν, και συγκατεψηφισθη μετα των ενδεκα αποστολων.

Chapter 2.

  1. Και εν τω συμπληρουσθαι την ημεραν της πεντηκοστης ησαν παντες ομου επι το αυτο.
  2. και εγενετο αφνω εκ του ουρανου ηχος ωσπερ φερομενης πνοης βιαιας και επληρωσεν ολον τον οικον ου ησαν καθημενοι
  3. και ωφθησαν αυτοις διαμεριζομεναι γλωσσαι ωσει πυρος, και εκαθισεν εφ ενα εκαστον αυτων,
  4. και επλησθησαν παντες πνευματος αγιου, και ηρξαντο λαλειν ετεραις γλωσσαις καθως το πνευμα εδιδου αποφθεγγεσθαι αυτοις.
  5. Ησαν δε εις Ιερουσαλημ κατοικουντες Ιουδαιοι, ανδρες ευλαβεις απο παντος εθνους των υπο τον ουρανον
  6. γενομενης δε της φωνης ταυτης συνηλθεν το πληθος και συνεχυθη, οτι ηκουον εις εκαστος τη ιδια διαλεκτω λαλουντων αυτων.
  7. εξισταντο δε και εθαυμαζον λεγοντες, Ουχ ιδου απαντες ουτοι εισιν οι λαλουντες Γαλιλαιοι;
  8. και πως ημεις ακουομεν εκαστος τη ιδια διαλεκτω ημων εν η εγεννηθημεν;
  9. Παρθοι και Μηδοι και Ελαμιται, και οι κατοικουντες την Μεσοποταμιαν, Ιουδαιαν τε και Καππαδοκιαν, Ποντον και την Ασιαν,
  10. Φρυγιαν τε και Παμφυλιαν, Αιγυπτον και τα μερη της Λιβυης της κατα Κυρηνην, και οι επιδημουντες Ρωμαιοι,
  11. Ιουδαιοι τε και προσηλυτοι, Κρητες και Αραβες, ακουομεν λαλουντων αυτων ταις ημετεραις γλωσσαις τα μεγαλεια του θεου.
  12. εξισταντο δε παντες και διηπορουν, αλλος προς αλλον λεγοντες, Τι θελει τουτο ειναι;
  13. ετεροι δε διαχλευαζοντες ελεγον οτι Γλευκους μεμεστωμενοι εισιν.
  14. Σταθεις δε ο Πετρος συν τοις ενδεκα επηρεν την φωνην αυτου και απεφθεγξατο αυτοις, Ανδρες Ιουδαιοι και οι κατοικουντες Ιερουσαλημ παντες, τουτο υμιν γνωστον εστω και ενωτισασθε τα ρηματα μου.
  15. ου γαρ ως υμεις υπολαμβανετε ουτοι μεθυουσιν, εστιν γαρ ωρα τριτη της ημερας,
  16. αλλα τουτο εστιν το ειρημενον δια του προφητου Ιωηλ,
  17. Και εσται εν ταις εσχαταις ημεραις, λεγει ο θεος, εκχεω απο του πνευματος μου επι πασαν σαρκα, και προφητευσουσιν οι υιοι υμων και αι θυγατερες υμων, και οι νεανισκοι υμων ορασεις οψονται, και οι πρεσβυτεροι υμων ενυπνιοις ενυπνιασθησονται
  18. και γε επι τους δουλους μου και επι τας δουλας μου εν ταις ημεραις εκειναις εκχεω απο του πνευματος μου, και προφητευσουσιν.
  19. και δωσω τερατα εν τω ουρανω ανω και σημεια επι της γης κατω, αιμα και πυρ και ατμιδα καπνου
  20. ο ηλιος μεταστραφησεται εις σκοτος και η σεληνη εις αιμα πριν ελθειν ημεραν κυριου την μεγαλην και επιφανη.
  21. και εσται πας ος αν επικαλεσηται το ονομα κυριου σωθησεται.
  22. Ανδρες Ισραηλιται, ακουσατε τους λογους τουτους Ιησουν τον Ναζωραιον, ανδρα αποδεδειγμενον απο του θεου εις υμας δυναμεσι και τερασι και σημειοις οις εποιησεν δι αυτου ο θεος εν μεσω υμων, καθως αυτοι οιδατε,
  23. τουτον τη ωρισμενη βουλη και προγνωσει του θεου εκδοτον δια χειρος ανομων προσπηξαντες ανειλατε,
  24. ον ο θεος ανεστησεν λυσας τας ωδινας του θανατου, καθοτι ουκ ην δυνατον κρατεισθαι αυτον υπ αυτου
  25. Δαυιδ γαρ λεγει εις αυτον, Προορωμην τον κυριον ενωπιον μου δια παντος, οτι εκ δεξιων μου εστιν ινα μη σαλευθω.
  26. δια τουτο ηυφρανθη η καρδια μου και ηγαλλιασατο η γλωσσα μου, ετι δε και η σαρξ μου κατασκηνωσει επ ελπιδι
  27. οτι ουκ εγκαταλειψεις την ψυχην μου εις αδην, ουδε δωσεις τον οσιον σου ιδειν διαφθοραν.
  28. εγνωρισας μοι οδους ζωης, πληρωσεις με ευφροσυνης μετα του προσωπου σου.
  29. Ανδρες αδελφοι, εξον ειπειν μετα παρρησιας προς υμας περι του πατριαρχου Δαυιδ, οτι και ετελευτησεν και εταφη και το μνημα αυτου εστιν εν ημιν αχρι της ημερας ταυτης
  30. προφητης ουν υπαρχων, και ειδως οτι ορκω ωμοσεν αυτω ο θεος εκ καρπου της οσφυος αυτου καθισαι επι τον θρονον αυτου,
  31. προιδων ελαλησεν περι της αναστασεως του Χριστου οτι ουτε εγκατελειφθη εις αδην ουτε η σαρξ αυτου ειδεν διαφθοραν.
  32. τουτον τον Ιησουν ανεστησεν ο θεος, ου παντες ημεις εσμεν μαρτυρες.
  33. τη δεξια ουν του θεου υψωθεις την τε επαγγελιαν του πνευματος του αγιου λαβων παρα του πατρος εξεχεεν τουτο ο υμεις [και] βλεπετε και ακουετε.
  34. ου γαρ Δαυιδ ανεβη εις τους ουρανους, λεγει δε αυτος, Ειπεν [ο] κυριος τω κυριω μου, Καθου εκ δεξιων μου
  35. εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου.
  36. ασφαλως ουν γινωσκετω πας οικος Ισραηλ οτι και κυριον αυτον και Χριστον εποιησεν ο θεος, τουτον τον Ιησουν ον υμεις εσταυρωσατε.
  37. Ακουσαντες δε κατενυγησαν την καρδιαν, ειπον τε προς τον Πετρον και τους λοιπους αποστολους, Τι ποιησωμεν, ανδρες αδελφοι;
  38. Πετρος δε προς αυτους, Μετανοησατε, [φησιν,] και βαπτισθητω εκαστος υμων επι τω ονοματι Ιησου Χριστου εις αφεσιν των αμαρτιων υμων, και λημψεσθε την δωρεαν του αγιου πνευματος
  39. υμιν γαρ εστιν η επαγγελια και τοις τεκνοις υμων και πασιν τοις εις μακραν οσους αν προσκαλεσηται κυριος ο θεος ημων.
  40. ετεροις τε λογοις πλειοσιν διεμαρτυρατο, και παρεκαλει αυτους λεγων, Σωθητε απο της γενεας της σκολιας ταυτης.
  41. οι μεν ουν αποδεξαμενοι τον λογον αυτου εβαπτισθησαν, και προσετεθησαν εν τη ημερα εκεινη ψυχαι ωσει τρισχιλιαι.
  42. ησαν δε προσκαρτερουντες τη διδαχη των αποστολων και τη κοινωνια, τη κλασει του αρτου και ταις προσευχαις.
  43. Εγινετο δε παση ψυχη φοβος, πολλα τε τερατα και σημεια δια των αποστολων εγινετο.
  44. παντες δε οι πιστευοντες ησαν επι το αυτο και ειχον απαντα κοινα,
  45. και τα κτηματα και τας υπαρξεις επιπρασκον και διεμεριζον αυτα πασιν καθοτι αν τις χρειαν ειχεν
  46. καθ ημεραν τε προσκαρτερουντες ομοθυμαδον εν τω ιερω, κλωντες τε κατ οικον αρτον, μετελαμβανον τροφης εν αγαλλιασει και αφελοτητι καρδιας,
  47. αινουντες τον θεον και εχοντες χαριν προς ολον τον λαον. ο δε κυριος προσετιθει τους σωζομενους καθ ημεραν επι το αυτο.

Chapter 3.

  1. Πετρος δε και Ιωαννης ανεβαινον εις το ιερον επι την ωραν της προσευχης την ενατην.
  2. και τις ανηρ χωλος εκ κοιλιας μητρος αυτου υπαρχων εβασταζετο, ον ετιθουν καθ ημεραν προς την θυραν του ιερου την λεγομενην Ωραιαν του αιτειν ελεημοσυνην παρα των εισπορευομενων εις το ιερον
  3. ος ιδων Πετρον και Ιωαννην μελλοντας εισιεναι εις το ιερον ηρωτα ελεημοσυνην λαβειν.
  4. ατενισας δε Πετρος εις αυτον συν τω Ιωαννη ειπεν, Βλεψον εις ημας.
  5. ο δε επειχεν αυτοις προσδοκων τι παρ αυτων λαβειν.
  6. ειπεν δε Πετρος, Αργυριον και χρυσιον ουχ υπαρχει μοι, ο δε εχω τουτο σοι διδωμι εν τω ονοματι Ιησου Χριστου του Ναζωραιου [εγειρε και] περιπατει.
  7. και πιασας αυτον της δεξιας χειρος ηγειρεν αυτον παραχρημα δε εστερεωθησαν αι βασεις αυτου και τα σφυδρα,
  8. και εξαλλομενος εστη και περιεπατει, και εισηλθεν συν αυτοις εις το ιερον περιπατων και αλλομενος και αινων τον θεον.
  9. και ειδεν πας ο λαος αυτον περιπατουντα και αινουντα τον θεον,
  10. επεγινωσκον δε αυτον οτι αυτος ην ο προς την ελεημοσυνην καθημενος επι τη Ωραια Πυλη του ιερου, και επλησθησαν θαμβους και εκστασεως επι τω συμβεβηκοτι αυτω.
  11. Κρατουντος δε αυτου τον Πετρον και τον Ιωαννην συνεδραμεν πας ο λαος προς αυτους επι τη στοα τη καλουμενη Σολομωντος εκθαμβοι.
  12. ιδων δε ο Πετρος απεκρινατο προς τον λαον, Ανδρες Ισραηλιται, τι θαυμαζετε επι τουτω, η ημιν τι ατενιζετε ως ιδια δυναμει η ευσεβεια πεποιηκοσιν του περιπατειν αυτον;
  13. ο θεος Αβρααμ και [ο θεος] Ισαακ και [ο θεος] Ιακωβ, ο θεος των πατερων ημων, εδοξασεν τον παιδα αυτου Ιησουν, ον υμεις μεν παρεδωκατε και ηρνησασθε κατα προσωπον Πιλατου, κριναντος εκεινου απολυειν
  14. υμεις δε τον αγιον και δικαιον ηρνησασθε, και ητησασθε ανδρα φονεα χαρισθηναι υμιν,
  15. τον δε αρχηγον της ζωης απεκτεινατε, ον ο θεος ηγειρεν εκ νεκρων, ου ημεις μαρτυρες εσμεν.
  16. και επι τη πιστει του ονοματος αυτου τουτον ον θεωρειτε και οιδατε εστερεωσεν το ονομα αυτου, και η πιστις η δι αυτου εδωκεν αυτω την ολοκληριαν ταυτην απεναντι παντων υμων.
  17. και νυν, αδελφοι, οιδα οτι κατα αγνοιαν επραξατε, ωσπερ και οι αρχοντες υμων
  18. ο δε θεος α προκατηγγειλεν δια στοματος παντων των προφητων παθειν τον Χριστον αυτου επληρωσεν ουτως.
  19. μετανοησατε ουν και επιστρεψατε εις το εξαλειφθηναι υμων τας αμαρτιας,
  20. οπως αν ελθωσιν καιροι αναψυξεως απο προσωπου του κυριου και αποστειλη τον προκεχειρισμενον υμιν Χριστον, Ιησουν,
  21. ον δει ουρανον μεν δεξασθαι αχρι χρονων αποκαταστασεως παντων ων ελαλησεν ο θεος δια στοματος των αγιων απ αιωνος αυτου προφητων.
  22. Μωυσης μεν ειπεν οτι Προφητην υμιν αναστησει κυριος ο θεος υμων εκ των αδελφων υμων ως εμε αυτου ακουσεσθε κατα παντα οσα αν λαληση προς υμας.
  23. εσται δε πασα ψυχη ητις εαν μη ακουση του προφητου εκεινου εξολεθρευθησεται εκ του λαου.
  24. και παντες δε οι προφηται απο Σαμουηλ και των καθεξης οσοι ελαλησαν και κατηγγειλαν τας ημερας ταυτας.
  25. υμεις εστε οι υιοι των προφητων και της διαθηκης ης διεθετο ο θεος προς τους πατερας υμων, λεγων προς Αβρααμ, Και εν τω σπερματι σου [εν]ευλογηθησονται πασαι αι πατριαι της γης.
  26. υμιν πρωτον αναστησας ο θεος τον παιδα αυτου απεστειλεν αυτον ευλογουντα υμας εν τω αποστρεφειν εκαστον απο των πονηριων υμων.

Chapter 4.

  1. Λαλουντων δε αυτων προς τον λαον επεστησαν αυτοις οι ιερεις και ο στρατηγος του ιερου και οι Σαδδουκαιοι,
  2. διαπονουμενοι δια το διδασκειν αυτους τον λαον και καταγγελλειν εν τω Ιησου την αναστασιν την εκ νεκρων,
  3. και επεβαλον αυτοις τας χειρας και εθεντο εις τηρησιν εις την αυριον ην γαρ εσπερα ηδη.
  4. πολλοι δε των ακουσαντων τον λογον επιστευσαν, και εγενηθη [ο] αριθμος των ανδρων [ως] χιλιαδες πεντε.
  5. Εγενετο δε επι την αυριον συναχθηναι αυτων τους αρχοντας και τους πρεσβυτερους και τους γραμματεις εν Ιερουσαλημ
  6. και Αννας ο αρχιερευς και Καιαφας και Ιωαννης και Αλεξανδρος και οσοι ησαν εκ γενους αρχιερατικου
  7. και στησαντες αυτους εν τω μεσω επυνθανοντο, Εν ποια δυναμει η εν ποιω ονοματι εποιησατε τουτο υμεις;
  8. τοτε Πετρος πλησθεις πνευματος αγιου ειπεν προς αυτους, Αρχοντες του λαου και πρεσβυτεροι,
  9. ει ημεις σημερον ανακρινομεθα επι ευεργεσια ανθρωπου ασθενους, εν τινι ουτος σεσωται,
  10. γνωστον εστω πασιν υμιν και παντι τω λαω Ισραηλ οτι εν τω ονοματι Ιησου Χριστου του Ναζωραιου, ον υμεις εσταυρωσατε, ον ο θεος ηγειρεν εκ νεκρων, εν τουτω ουτος παρεστηκεν ενωπιον υμων υγιης.
  11. ουτος εστιν ο λιθος ο εξουθενηθεις υφ υμων των οικοδομων, ο γενομενος εις κεφαλην γωνιας.
  12. και ουκ εστιν εν αλλω ουδενι η σωτηρια, ουδε γαρ ονομα εστιν ετερον υπο τον ουρανον το δεδομενον εν ανθρωποις εν ω δει σωθηναι ημας.
  13. Θεωρουντες δε την του Πετρου παρρησιαν και Ιωαννου, και καταλαβομενοι οτι ανθρωποι αγραμματοι εισιν και ιδιωται, εθαυμαζον επεγινωσκον τε αυτους οτι συν τω Ιησου ησαν
  14. τον τε ανθρωπον βλεποντες συν αυτοις εστωτα τον τεθεραπευμενον ουδεν ειχον αντειπειν.
  15. κελευσαντες δε αυτους εξω του συνεδριου απελθειν συνεβαλλον προς αλληλους
  16. λεγοντες, Τι ποιησωμεν τοις ανθρωποις τουτοις; οτι μεν γαρ γνωστον σημειον γεγονεν δι αυτων πασιν τοις κατοικουσιν Ιερουσαλημ φανερον, και ου δυναμεθα αρνεισθαι
  17. αλλ ινα μη επι πλειον διανεμηθη εις τον λαον, απειλησωμεθα αυτοις μηκετι λαλειν επι τω ονοματι τουτω μηδενι ανθρωπων.
  18. και καλεσαντες αυτους παρηγγειλαν το καθολου μη φθεγγεσθαι μηδε διδασκειν επι τω ονοματι του Ιησου.
  19. ο δε Πετρος και Ιωαννης αποκριθεντες ειπον προς αυτους, Ει δικαιον εστιν ενωπιον του θεου υμων ακουειν μαλλον η του θεου, κρινατε,
  20. ου δυναμεθα γαρ ημεις α ειδαμεν και ηκουσαμεν μη λαλειν.
  21. οι δε προσαπειλησαμενοι απελυσαν αυτους, μηδεν ευρισκοντες το πως κολασωνται αυτους, δια τον λαον, οτι παντες εδοξαζον τον θεον επι τω γεγονοτι
  22. ετων γαρ ην πλειονων τεσσερακοντα ο ανθρωπος εφ ον γεγονει το σημειον τουτο της ιασεως.
  23. Απολυθεντες δε ηλθον προς τους ιδιους και απηγγειλαν οσα προς αυτους οι αρχιερεις και οι πρεσβυτεροι ειπαν.
  24. οι δε ακουσαντες ομοθυμαδον ηραν φωνην προς τον θεον και ειπαν, Δεσποτα, συ ο ποιησας τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις,
  25. ο του πατρος ημων δια πνευματος αγιου στοματος Δαυιδ παιδος σου ειπων, Ινατι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα;
  26. παρεστησαν οι βασιλεις της γης και οι αρχοντες συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του Χριστου αυτου.
  27. συνηχθησαν γαρ επ αληθειας εν τη πολει ταυτη επι τον αγιον παιδα σου Ιησουν, ον εχρισας, Ηρωδης τε και Ποντιος Πιλατος συν εθνεσιν και λαοις Ισραηλ,
  28. ποιησαι οσα η χειρ σου και η βουλη [σου] προωρισεν γενεσθαι.
  29. και τα νυν, κυριε, επιδε επι τας απειλας αυτων, και δος τοις δουλοις σου μετα παρρησιας πασης λαλειν τον λογον σου,
  30. εν τω την χειρα [σου] εκτεινειν σε εις ιασιν και σημεια και τερατα γινεσθαι δια του ονοματος του αγιου παιδος σου Ιησου.
  31. και δεηθεντων αυτων εσαλευθη ο τοπος εν ω ησαν συνηγμενοι, και επλησθησαν απαντες του αγιου πνευματος, και ελαλουν τον λογον του θεου μετα παρρησιας.
  32. Του δε πληθους των πιστευσαντων ην καρδια και ψυχη μια, και ουδε εις τι των υπαρχοντων αυτω ελεγεν ιδιον ειναι, αλλ ην αυτοις απαντα κοινα.
  33. και δυναμει μεγαλη απεδιδουν το μαρτυριον οι αποστολοι της αναστασεως του κυριου Ιησου, χαρις τε μεγαλη ην επι παντας αυτους.
  34. ουδε γαρ ενδεης τις ην εν αυτοις οσοι γαρ κτητορες χωριων η οικιων υπηρχον, πωλουντες εφερον τας τιμας των πιπρασκομενων
  35. και ετιθουν παρα τους ποδας των αποστολων διεδιδετο δε εκαστω καθοτι αν τις χρειαν ειχεν.
  36. Ιωσηφ δε ο επικληθεις Βαρναβας απο των αποστολων, ο εστιν μεθερμηνευομενον υιος παρακλησεως, Λευιτης, Κυπριος τω γενει,
  37. υπαρχοντος αυτω αγρου πωλησας ηνεγκεν το χρημα και εθηκεν προς τους ποδας των αποστολων.