Epistle 2 of Paul to the Corinthians.

Chapters 9-13.


Chapter 9.

  1. Περι μεν γαρ της διακονιας της εις τους αγιους περισσον μοι εστιν το γραφειν υμιν,
  2. οιδα γαρ την προθυμιαν υμων ην υπερ υμων καυχωμαι Μακεδοσιν οτι Αχαια παρεσκευασται απο περυσι, και το υμων ζηλος ηρεθισεν τους πλειονας.
  3. επεμψα δε τους αδελφους, ινα μη το καυχημα ημων το υπερ υμων κενωθη εν τω μερει τουτω, ινα καθως ελεγον παρεσκευασμενοι ητε,
  4. μη πως εαν ελθωσιν συν εμοι Μακεδονες και ευρωσιν υμας απαρασκευαστους καταισχυνθωμεν ημεις, ινα μη λεγω υμεις, εν τη υποστασει ταυτη.
  5. αναγκαιον ουν ηγησαμην παρακαλεσαι τους αδελφους ινα προελθωσιν εις υμας και προκαταρτισωσιν την προεπηγγελμενην ευλογιαν υμων, ταυτην ετοιμην ειναι ουτως ως ευλογιαν και μη ως πλεονεξιαν.
  6. Τουτο δε, ο σπειρων φειδομενως φειδομενως και θερισει, και ο σπειρων επ ευλογιαις επ ευλογιαις και θερισει.
  7. εκαστος καθως προηρηται τη καρδια, μη εκ λυπης η εξ αναγκης, ιλαρον γαρ δοτην αγαπα ο θεος.
  8. δυνατει δε ο θεος πασαν χαριν περισσευσαι εις υμας, ινα εν παντι παντοτε πασαν αυταρκειαν εχοντες περισσευητε εις παν εργον αγαθον,
  9. καθως γεγραπται, Εσκορπισεν, εδωκεν τοις πενησιν, η δικαιοσυνη αυτου μενει εις τον αιωνα.
  10. ο δε επιχορηγων σπορον τω σπειροντι και αρτον εις βρωσιν χορηγησει και πληθυνει τον σπορον υμων και αυξησει τα γενηματα της δικαιοσυνης υμων·
  11. εν παντι πλουτιζομενοι εις πασαν απλοτητα, ητις κατεργαζεται δι ημων ευχαριστιαν τω θεω
  12. οτι η διακονια της λειτουργιας ταυτης ου μονον εστιν προσαναπληρουσα τα υστερηματα των αγιων, αλλα και περισσευουσα δια πολλων ευχαριστιων τω θεω
  13. δια της δοκιμης της διακονιας ταυτης δοξαζοντες τον θεον επι τη υποταγη της ομολογιας υμων εις το ευαγγελιον του Χριστου και απλοτητι της κοινωνιας εις αυτους και εις παντας,
  14. και αυτων δεησει υπερ υμων επιποθουντων υμας δια την υπερβαλλουσαν χαριν του θεου εφ υμιν.
  15. χαρις τω θεω επι τη ανεκδιηγητω αυτου δωρεα.

Chapter 10.

  1. Αυτος δε εγω Παυλος παρακαλω υμας δια της πραυτητος και επιεικειας του Χριστου, ος κατα προσωπον μεν ταπεινος εν υμιν, απων δε θαρρω εις υμας·
  2. δεομαι δε το μη παρων θαρρησαι τη πεποιθησει η λογιζομαι τολμησαι επι τινας τους λογιζομενους ημας ως κατα σαρκα περιπατουντας.
  3. εν σαρκι γαρ περιπατουντες ου κατα σαρκα στρατευομεθα
  4. τα γαρ οπλα της στρατειας ημων ου σαρκικα αλλα δυνατα τω θεω προς καθαιρεσιν οχυρωματων λογισμους καθαιρουντες
  5. και παν υψωμα επαιρομενον κατα της γνωσεως του θεου, και αιχμαλωτιζοντες παν νοημα εις την υπακοην του Χριστου,
  6. και εν ετοιμω εχοντες εκδικησαι πασαν παρακοην, οταν πληρωθη υμων η υπακοη.
  7. Τα κατα προσωπον βλεπετε. ει τις πεποιθεν εαυτω Χριστου ειναι, τουτο λογιζεσθω παλιν εφ εαυτου οτι καθως αυτος Χριστου ουτως και ημεις.
  8. εαν [τε] γαρ περισσοτερον τι καυχησωμαι περι της εξουσιας ημων, ης εδωκεν ο κυριος εις οικοδομην και ουκ εις καθαιρεσιν υμων, ουκ αισχυνθησομαι,
  9. ινα μη δοξω ως αν εκφοβειν υμας δια των επιστολων·
  10. οτι, Αι επιστολαι μεν, φησιν, βαρειαι και ισχυραι, η δε παρουσια του σωματος ασθενης και ο λογος εξουθενημενος.
  11. τουτο λογιζεσθω ο τοιουτος, οτι οιοι εσμεν τω λογω δι επιστολων αποντες, τοιουτοι και παροντες τω εργω.
  12. Ου γαρ τολμωμεν εγκριναι η συγκριναι εαυτους τισιν των εαυτους συνιστανοντων· αλλα αυτοι εν εαυτοις εαυτους μετρουντες και συγκρινοντες εαυτους εαυτοις ου συνιασιν.
  13. ημεις δε ουκ εις τα αμετρα καυχησομεθα, αλλα κατα το μετρον του κανονος ου εμερισεν ημιν ο θεος μετρου, εφικεσθαι αχρι και υμων.
  14. ου γαρ ως μη εφικνουμενοι εις υμας υπερεκτεινομεν εαυτους, αχρι γαρ και υμων εφθασαμεν εν τω ευαγγελιω του Χριστου·
  15. ουκ εις τα αμετρα καυχωμενοι εν αλλοτριοις κοποις, ελπιδα δε εχοντες αυξανομενης της πιστεως υμων εν υμιν μεγαλυνθηναι κατα τον κανονα ημων εις περισσειαν,
  16. εις τα υπερεκεινα υμων ευαγγελισασθαι, ουκ εν αλλοτριω κανονι εις τα ετοιμα καυχησασθαι.
  17. Ο δε καυχωμενος εν κυριω καυχασθω·
  18. ου γαρ ο εαυτον συνιστανων, εκεινος εστιν δοκιμος, αλλα ον ο κυριος συνιστησιν.

Chapter 11.

  1. Οφελον ανειχεσθε μου μικρον τι αφροσυνης· αλλα και ανεχεσθε μου.
  2. ζηλω γαρ υμας θεου ζηλω, ηρμοσαμην γαρ υμας ενι ανδρι παρθενον αγνην παραστησαι τω Χριστω·
  3. φοβουμαι δε μη πως, ως ο οφις εξηπατησεν Ευαν εν τη πανουργια αυτου, φθαρη τα νοηματα υμων απο της απλοτητος [και της αγνοτητος] της εις τον Χριστον.
  4. ει μεν γαρ ο ερχομενος αλλον Ιησουν κηρυσσει ον ουκ εκηρυξαμεν, η πνευμα ετερον λαμβανετε ο ουκ ελαβετε, η ευαγγελιον ετερον ο ουκ εδεξασθε, καλως ανεχεσθε.
  5. λογιζομαι γαρ μηδεν υστερηκεναι των υπερλιαν αποστολων·
  6. ει δε και ιδιωτης τω λογω, αλλ ου τη γνωσει, αλλ εν παντι φανερωσαντες εν πασιν εις υμας.
  7. Η αμαρτιαν εποιησα εμαυτον ταπεινων ινα υμεις υψωθητε, οτι δωρεαν το του θεου ευαγγελιον ευηγγελισαμην υμιν;
  8. αλλας εκκλησιας εσυλησα λαβων οψωνιον προς την υμων διακονιαν,
  9. και παρων προς υμας και υστερηθεις ου κατεναρκησα ουθενος· το γαρ υστερημα μου προσανεπληρωσαν οι αδελφοι ελθοντες απο Μακεδονιας· και εν παντι αβαρη εμαυτον υμιν ετηρησα και τηρησω.
  10. εστιν αληθεια Χριστου εν εμοι οτι η καυχησις αυτη ου φραγησεται εις εμε εν τοις κλιμασιν της Αχαιας.
  11. δια τι; οτι ουκ αγαπω υμας; ο θεος οιδεν.
  12. Ο δε ποιω και ποιησω, ινα εκκοψω την αφορμην των θελοντων αφορμην, ινα εν ω καυχωνται ευρεθωσιν καθως και ημεις.
  13. οι γαρ τοιουτοι ψευδαποστολοι, εργαται δολιοι, μετασχηματιζομενοι εις αποστολους Χριστου.
  14. και ου θαυμα, αυτος γαρ ο Σατανας μετασχηματιζεται εις αγγελον φωτος·
  15. ου μεγα ουν ει και οι διακονοι αυτου μετασχηματιζονται ως διακονοι δικαιοσυνης, ων το τελος εσται κατα τα εργα αυτων.
  16. Παλιν λεγω, μη τις με δοξη αφρονα ειναι· ει δε μη γε, καν ως αφρονα δεξασθε με, ινα καγω μικρον τι καυχησωμαι.
  17. ο λαλω ου κατα κυριον λαλω, αλλ ως εν αφροσυνη, εν ταυτη τη υποστασει της καυχησεως.
  18. επει πολλοι καυχωνται κατα σαρκα, καγω καυχησομαι.
  19. ηδεως γαρ ανεχεσθε των αφρονων φρονιμοι οντες·
  20. ανεχεσθε γαρ ει τις υμας καταδουλοι, ει τις κατεσθιει, ει τις λαμβανει, ει τις επαιρεται, ει τις εις προσωπον υμας δερει.
  21. κατα ατιμιαν λεγω, ως οτι ημεις ησθενηκαμεν· εν ω δ αν τις τολμα, εν αφροσυνη λεγω, τολμω καγω.
  22. Εβραιοι εισιν; καγω. Ισραηλιται εισιν; καγω. σπερμα Αβρααμ εισιν; καγω.
  23. διακονοι Χριστου εισιν; παραφρονων λαλω, υπερ εγω· εν κοποις περισσοτερως, εν φυλακαις περισσοτερως, εν πληγαις υπερβαλλοντως, εν θανατοις πολλακις·
  24. υπο Ιουδαιων πεντακις τεσσερακοντα παρα μιαν ελαβον,
  25. τρις ερραβδισθην, απαξ ελιθασθην, τρις εναυαγησα, νυχθημερον εν τω βυθω πεποιηκα·
  26. οδοιποριαις πολλακις, κινδυνοις ποταμων, κινδυνοις ληστων, κινδυνοις εκ γενους, κινδυνοις εξ εθνων, κινδυνοις εν πολει, κινδυνοις εν ερημια, κινδυνοις εν θαλασση, κινδυνοις εν ψευδαδελφοις,
  27. κοπω και μοχθω, εν αγρυπνιαις πολλακις, εν λιμω και διψει, εν νηστειαις πολλακις, εν ψυχει και γυμνοτητι·
  28. χωρις των παρεκτος η επιστασις μοι η καθ ημεραν, η μεριμνα πασων των εκκλησιων.
  29. τις ασθενει, και ουκ ασθενω; τις σκανδαλιζεται, και ουκ εγω πυρουμαι;
  30. Ει καυχασθαι δει, τα της ασθενειας μου καυχησομαι.
  31. ο θεος και πατηρ του κυριου Ιησου οιδεν, ο ων ευλογητος εις τους αιωνας, οτι ου ψευδομαι.
  32. εν Δαμασκω ο εθναρχης Αρετα του βασιλεως εφρουρει την πολιν Δαμασκηνων πιασαι με,
  33. και δια θυριδος εν σαργανη εχαλασθην δια του τειχους και εξεφυγον τας χειρας αυτου.

Chapter 12.

  1. Καυχασθαι δει· ου συμφερον μεν, ελευσομαι δε εις οπτασιας και αποκαλυψεις κυριου.
  2. οιδα ανθρωπον εν Χριστω προ ετων δεκατεσσαρων ειτε εν σωματι ουκ οιδα, ειτε εκτος του σωματος ουκ οιδα, ο θεος οιδεν αρπαγεντα τον τοιουτον εως τριτου ουρανου.
  3. και οιδα τον τοιουτον ανθρωπον ειτε εν σωματι ειτε χωρις του σωματος ουκ οιδα, ο θεος οιδεν
  4. οτι ηρπαγη εις τον παραδεισον και ηκουσεν αρρητα ρηματα α ουκ εξον ανθρωπω λαλησαι.
  5. υπερ του τοιουτου καυχησομαι, υπερ δε εμαυτου ου καυχησομαι ει μη εν ταις ασθενειαις.
  6. εαν γαρ θελησω καυχησασθαι, ουκ εσομαι αφρων, αληθειαν γαρ ερω· φειδομαι δε, μη τις εις εμε λογισηται υπερ ο βλεπει με η ακουει [τι] εξ εμου
  7. και τη υπερβολη των αποκαλυψεων. διο, ινα μη υπεραιρωμαι, εδοθη μοι σκολοψ τη σαρκι, αγγελος Σατανα, ινα με κολαφιζη, ινα μη υπεραιρωμαι.
  8. υπερ τουτου τρις τον κυριον παρεκαλεσα ινα αποστη απ εμου·
  9. και ειρηκεν μοι, Αρκει σοι η χαρις μου· η γαρ δυναμις εν ασθενεια τελειται. ηδιστα ουν μαλλον καυχησομαι εν ταις ασθενειαις μου, ινα επισκηνωση επ εμε η δυναμις του Χριστου.
  10. διο ευδοκω εν ασθενειαις, εν υβρεσιν, εν αναγκαις, εν διωγμοις και στενοχωριαις, υπερ Χριστου· οταν γαρ ασθενω, τοτε δυνατος ειμι.
  11. Γεγονα αφρων· υμεις με ηναγκασατε· εγω γαρ ωφειλον υφ υμων συνιστασθαι. ουδεν γαρ υστερησα των υπερλιαν αποστολων, ει και ουδεν ειμι·
  12. τα μεν σημεια του αποστολου κατειργασθη εν υμιν εν παση υπομονη, σημειοις τε και τερασιν και δυναμεσιν.
  13. τι γαρ εστιν ο ησσωθητε υπερ τας λοιπας εκκλησιας, ει μη οτι αυτος εγω ου κατεναρκησα υμων; χαρισασθε μοι την αδικιαν ταυτην.
  14. Ιδου τριτον τουτο ετοιμως εχω ελθειν προς υμας, και ου καταναρκησω· ου γαρ ζητω τα υμων αλλα υμας, ου γαρ οφειλει τα τεκνα τοις γονευσιν θησαυριζειν, αλλα οι γονεις τοις τεκνοις.
  15. εγω δε ηδιστα δαπανησω και εκδαπανηθησομαι υπερ των ψυχων υμων. ει περισσοτερως υμας αγαπω[ν], ησσον αγαπωμαι;
  16. εστω δε, εγω ου κατεβαρησα υμας· αλλα υπαρχων πανουργος δολω υμας ελαβον.
  17. μη τινα ων απεσταλκα προς υμας, δι αυτου επλεονεκτησα υμας;
  18. παρεκαλεσα Τιτον και συναπεστειλα τον αδελφον· μητι επλεονεκτησεν υμας Τιτος; ου τω αυτω πνευματι περιεπατησαμεν; ου τοις αυτοις ιχνεσιν;
  19. Παλαι δοκειτε οτι υμιν απολογουμεθα; κατεναντι θεου εν Χριστω λαλουμεν· τα δε παντα, αγαπητοι, υπερ της υμων οικοδομης.
  20. φοβουμαι γαρ μη πως ελθων ουχ οιους θελω ευρω υμας, καγω ευρεθω υμιν οιον ου θελετε, μη πως ερις, ζηλος, θυμοι, εριθειαι, καταλαλιαι, ψιθυρισμοι, φυσιωσεις, ακαταστασιαι·
  21. μη παλιν ελθοντος μου ταπεινωση με ο θεος μου προς υμας, και πενθησω πολλους των προημαρτηκοτων και μη μετανοησαντων επι τη ακαθαρσια και πορνεια και ασελγεια η επραξαν.

Chapter 13.

  1. Τριτον τουτο ερχομαι προς υμας· επι στοματος δυο μαρτυρων και τριων σταθησεται παν ρημα.
  2. προειρηκα και προλεγω ως παρων το δευτερον και απων νυν τοις προημαρτηκοσιν και τοις λοιποις πασιν, οτι εαν ελθω εις το παλιν ου φεισομαι,
  3. επει δοκιμην ζητειτε του εν εμοι λαλουντος Χριστου· ος εις υμας ουκ ασθενει αλλα δυνατει εν υμιν.
  4. και γαρ εσταυρωθη εξ ασθενειας, αλλα ζη εκ δυναμεως θεου. και γαρ ημεις ασθενουμεν εν αυτω, αλλα ζησομεν συν αυτω εκ δυναμεως θεου εις υμας.
  5. Εαυτους πειραζετε ει εστε εν τη πιστει, εαυτους δοκιμαζετε· η ουκ επιγινωσκετε εαυτους οτι Ιησους Χριστος εν υμιν; ει μητι αδοκιμοι εστε.
  6. ελπιζω δε οτι γνωσεσθε οτι ημεις ουκ εσμεν αδοκιμοι.
  7. ευχομεθα δε προς τον θεον μη ποιησαι υμας κακον μηδεν, ουχ ινα ημεις δοκιμοι φανωμεν, αλλ ινα υμεις το καλον ποιητε, ημεις δε ως αδοκιμοι ωμεν.
  8. ου γαρ δυναμεθα τι κατα της αληθειας, αλλα υπερ της αληθειας.
  9. χαιρομεν γαρ οταν ημεις ασθενωμεν, υμεις δε δυνατοι ητε· τουτο και ευχομεθα, την υμων καταρτισιν.
  10. δια τουτο ταυτα απων γραφω, ινα παρων μη αποτομως χρησωμαι κατα την εξουσιαν ην ο κυριος εδωκεν μοι, εις οικοδομην και ουκ εις καθαιρεσιν.
  11. Λοιπον, αδελφοι, χαιρετε, καταρτιζεσθε, παρακαλεισθε, το αυτο φρονειτε, ειρηνευετε, και ο θεος της αγαπης και ειρηνης εσται μεθ υμων.
  12. ασπασασθε αλληλους εν αγιω φιληματι. ασπαζονται υμας οι αγιοι παντες.
  13. Η χαρις του κυριου Ιησου Χριστου και η αγαπη του θεου και η κοινωνια του αγιου πνευματος μετα παντων υμων.