Epistle 2 of Paul to the Corinthians.

Chapters 5-8.


Chapter 5.

  1. Οιδαμεν γαρ οτι εαν η επιγειος ημων οικια του σκηνους καταλυθη, οικοδομην εκ θεου εχομεν οικιαν αχειροποιητον αιωνιον εν τοις ουρανοις.
  2. και γαρ εν τουτω στεναζομεν, το οικητηριον ημων το εξ ουρανου επενδυσασθαι επιποθουντες,
  3. ει γε και εκδυσαμενοι ου γυμνοι ευρεθησομεθα.
  4. και γαρ οι οντες εν τω σκηνει στεναζομεν βαρουμενοι, εφ ω ου θελομεν εκδυσασθαι αλλ επενδυσασθαι, ινα καταποθη το θνητον υπο της ζωης.
  5. ο δε κατεργασαμενος ημας εις αυτο τουτο θεος, ο δους ημιν τον αρραβωνα του πνευματος.
  6. Θαρρουντες ουν παντοτε και ειδοτες οτι ενδημουντες εν τω σωματι εκδημουμεν απο του κυριου,
  7. δια πιστεως γαρ περιπατουμεν ου δια ειδους
  8. θαρρουμεν δε και ευδοκουμεν μαλλον εκδημησαι εκ του σωματος και ενδημησαι προς τον κυριον.
  9. διο και φιλοτιμουμεθα, ειτε ενδημουντες ειτε εκδημουντες, ευαρεστοι αυτω ειναι.
  10. τους γαρ παντας ημας φανερωθηναι δει εμπροσθεν του βηματος του Χριστου, ινα κομισηται εκαστος τα δια του σωματος προς α επραξεν, ειτε αγαθον ειτε φαυλον.
  11. Ειδοτες ουν τον φοβον του κυριου ανθρωπους πειθομεν, θεω δε πεφανερωμεθα· ελπιζω δε και εν ταις συνειδησεσιν υμων πεφανερωσθαι.
  12. ου παλιν εαυτους συνιστανομεν υμιν, αλλα αφορμην διδοντες υμιν καυχηματος υπερ ημων, ινα εχητε προς τους εν προσωπω καυχωμενους και μη εν καρδια.
  13. ειτε γαρ εξεστημεν, θεω· ειτε σωφρονουμεν, υμιν.
  14. η γαρ αγαπη του Χριστου συνεχει ημας, κριναντας τουτο, οτι εις υπερ παντων απεθανεν· αρα οι παντες απεθανον·
  15. και υπερ παντων απεθανεν ινα οι ζωντες μηκετι εαυτοις ζωσιν αλλα τω υπερ αυτων αποθανοντι και εγερθεντι.
  16. Ωστε ημεις απο του νυν ουδενα οιδαμεν κατα σαρκα· ει και εγνωκαμεν κατα σαρκα Χριστον, αλλα νυν ουκετι γινωσκομεν.
  17. ωστε ει τις εν Χριστω, καινη κτισις· τα αρχαια παρηλθεν, ιδου γεγονεν καινα·
  18. τα δε παντα εκ του θεου του καταλλαξαντος ημας εαυτω δια Χριστου και δοντος ημιν την διακονιαν της καταλλαγης,
  19. ως οτι θεος ην εν Χριστω κοσμον καταλλασσων εαυτω, μη λογιζομενος αυτοις τα παραπτωματα αυτων, και θεμενος εν ημιν τον λογον της καταλλαγης.
  20. υπερ Χριστου ουν πρεσβευομεν ως του θεου παρακαλουντος δι ημων· δεομεθα υπερ Χριστου, καταλλαγητε τω θεω.
  21. τον μη γνοντα αμαρτιαν υπερ ημων αμαρτιαν εποιησεν, ινα ημεις γενωμεθα δικαιοσυνη θεου εν αυτω.

Chapter 6.

  1. Συνεργουντες δε και παρακαλουμεν μη εις κενον την χαριν του θεου δεξασθαι υμας
  2. λεγει γαρ, Καιρω δεκτω επηκουσα σου και εν ημερα σωτηριας εβοηθησα σοι· ιδου νυν καιρος ευπροσδεκτος, ιδου νυν ημερα σωτηριας
  3. μηδεμιαν εν μηδενι διδοντες προσκοπην, ινα μη μωμηθη η διακονια,
  4. αλλ εν παντι συνισταντες εαυτους ως θεου διακονοι, εν υπομονη πολλη, εν θλιψεσιν, εν αναγκαις, εν στενοχωριαις,
  5. εν πληγαις, εν φυλακαις, εν ακαταστασιαις, εν κοποις, εν αγρυπνιαις, εν νηστειαις,
  6. εν αγνοτητι, εν γνωσει, εν μακροθυμια, εν χρηστοτητι, εν πνευματι αγιω, εν αγαπη ανυποκριτω,
  7. εν λογω αληθειας, εν δυναμει θεου· δια των οπλων της δικαιοσυνης των δεξιων και αριστερων,
  8. δια δοξης και ατιμιας, δια δυσφημιας και ευφημιας· ως πλανοι και αληθεις,
  9. ως αγνοουμενοι και επιγινωσκομενοι, ως αποθνησκοντες και ιδου ζωμεν, ως παιδευομενοι και μη θανατουμενοι,
  10. ως λυπουμενοι αει δε χαιροντες, ως πτωχοι πολλους δε πλουτιζοντες, ως μηδεν εχοντες και παντα κατεχοντες.
  11. Το στομα ημων ανεωγεν προς υμας, Κορινθιοι, η καρδια ημων πεπλατυνται·
  12. ου στενοχωρεισθε εν ημιν, στενοχωρεισθε δε εν τοις σπλαγχνοις υμων·
  13. την δε αυτην αντιμισθιαν, ως τεκνοις λεγω, πλατυνθητε και υμεις.
  14. Μη γινεσθε ετεροζυγουντες απιστοις· τις γαρ μετοχη δικαιοσυνη και ανομια; η τις κοινωνια φωτι προς σκοτος;
  15. τις δε συμφωνησις Χριστου προς Βελιαρ, η τις μερις πιστω μετα απιστου;
  16. τις δε συγκαταθεσις ναω θεου μετα ειδωλων; ημεις γαρ ναος θεου εσμεν ζωντος· καθως ειπεν ο θεος οτι Ενοικησω εν αυτοις και εμπεριπατησω, και εσομαι αυτων θεος, και αυτοι εσονται μου λαος.
  17. διο εξελθατε εκ μεσου αυτων και αφορισθητε, λεγει κυριος, και ακαθαρτου μη απτεσθε· καγω εισδεξομαι υμας,
  18. και εσομαι υμιν εις πατερα, και υμεις εσεσθε μοι εις υιους και θυγατερας, λεγει κυριος παντοκρατωρ.

Chapter 7.

  1. Ταυτας ουν εχοντες τας επαγγελιας, αγαπητοι, καθαρισωμεν εαυτους απο παντος μολυσμου σαρκος και πνευματος, επιτελουντες αγιωσυνην εν φοβω θεου.
  2. Χωρησατε ημας· ουδενα ηδικησαμεν, ουδενα εφθειραμεν, ουδενα επλεονεκτησαμεν.
  3. προς κατακρισιν ου λεγω, προειρηκα γαρ οτι εν ταις καρδιαις ημων εστε εις το συναποθανειν και συζην.
  4. πολλη μοι παρρησια προς υμας, πολλη μοι καυχησις υπερ υμων· πεπληρωμαι τη παρακλησει, υπερπερισσευομαι τη χαρα επι παση τη θλιψει ημων.
  5. Και γαρ ελθοντων ημων εις Μακεδονιαν ουδεμιαν εσχηκεν ανεσιν η σαρξ ημων, αλλ εν παντι θλιβομενοι εξωθεν μαχαι, εσωθεν φοβοι.
  6. αλλ ο παρακαλων τους ταπεινους παρεκαλεσεν ημας ο θεος εν τη παρουσια Τιτου·
  7. ου μονον δε εν τη παρουσια αυτου αλλα και εν τη παρακλησει η παρεκληθη εφ υμιν, αναγγελλων ημιν την υμων επιποθησιν, τον υμων οδυρμον, τον υμων ζηλον υπερ εμου, ωστε με μαλλον χαρηναι.
  8. οτι ει και ελυπησα υμας εν τη επιστολη, ου μεταμελομαι· ει και μετεμελομην, βλεπω [γαρ] οτι η επιστολη εκεινη ει και προς ωραν ελυπησεν υμας,
  9. νυν χαιρω, ουχ οτι ελυπηθητε, αλλ οτι ελυπηθητε εις μετανοιαν· ελυπηθητε γαρ κατα θεον, ινα εν μηδενι ζημιωθητε εξ ημων.
  10. η γαρ κατα θεον λυπη μετανοιαν εις σωτηριαν αμεταμελητον εργαζεται· η δε του κοσμου λυπη θανατον κατεργαζεται.
  11. ιδου γαρ αυτο τουτο το κατα θεον λυπηθηναι ποσην κατειργασατο υμιν σπουδην, αλλα απολογιαν, αλλα αγανακτησιν, αλλα φοβον, αλλα επιποθησιν, αλλα ζηλον, αλλα εκδικησιν· εν παντι συνεστησατε εαυτους αγνους ειναι τω πραγματι.
  12. αρα ει και εγραψα υμιν, ουχ ενεκεν του αδικησαντος, ουδε ενεκεν του αδικηθεντος, αλλ ενεκεν του φανερωθηναι την σπουδην υμων την υπερ ημων προς υμας ενωπιον του θεου.
  13. δια τουτο παρακεκλημεθα. Επι δε τη παρακλησει ημων περισσοτερως μαλλον εχαρημεν επι τη χαρα Τιτου, οτι αναπεπαυται το πνευμα αυτου απο παντων υμων·
  14. οτι ει τι αυτω υπερ υμων κεκαυχημαι ου κατησχυνθην, αλλ ως παντα εν αληθεια ελαλησαμεν υμιν, ουτως και η καυχησις ημων η επι Τιτου αληθεια εγενηθη.
  15. και τα σπλαγχνα αυτου περισσοτερως εις υμας εστιν αναμιμνησκομενου την παντων υμων υπακοην, ως μετα φοβου και τρομου εδεξασθε αυτον.
  16. χαιρω οτι εν παντι θαρρω εν υμιν.

Chapter 8.

  1. Γνωριζομεν δε υμιν, αδελφοι, την χαριν του θεου την δεδομενην εν ταις εκκλησιαις της Μακεδονιας,
  2. οτι εν πολλη δοκιμη θλιψεως η περισσεια της χαρας αυτων και η κατα βαθους πτωχεια αυτων επερισσευσεν εις το πλουτος της απλοτητος αυτων·
  3. οτι κατα δυναμιν, μαρτυρω, και παρα δυναμιν, αυθαιρετοι
  4. μετα πολλης παρακλησεως δεομενοι ημων την χαριν και την κοινωνιαν της διακονιας της εις τους αγιους
  5. και ου καθως ηλπισαμεν αλλα εαυτους εδωκαν πρωτον τω κυριω και ημιν δια θεληματος θεου,
  6. εις το παρακαλεσαι ημας Τιτον ινα καθως προενηρξατο ουτως και επιτελεση εις υμας και την χαριν ταυτην.
  7. αλλ ωσπερ εν παντι περισσευετε, πιστει και λογω και γνωσει και παση σπουδη και τη εξ ημων εν υμιν αγαπη, ινα και εν ταυτη τη χαριτι περισσευητε.
  8. Ου κατ επιταγην λεγω, αλλα δια της ετερων σπουδης και το της υμετερας αγαπης γνησιον δοκιμαζων·
  9. γινωσκετε γαρ την χαριν του κυριου ημων Ιησου Χριστου, οτι δι υμας επτωχευσεν πλουσιος ων, ινα υμεις τη εκεινου πτωχεια πλουτησητε.
  10. και γνωμην εν τουτω διδωμι· τουτο γαρ υμιν συμφερει, οιτινες ου μονον το ποιησαι αλλα και το θελειν προενηρξασθε απο περυσι·
  11. νυνι δε και το ποιησαι επιτελεσατε, οπως καθαπερ η προθυμια του θελειν ουτως και το επιτελεσαι εκ του εχειν.
  12. ει γαρ η προθυμια προκειται, καθο εαν εχη ευπροσδεκτος, ου καθο ουκ εχει.
  13. ου γαρ ινα αλλοις ανεσις, υμιν θλιψις· αλλ εξ ισοτητος
  14. εν τω νυν καιρω το υμων περισσευμα εις το εκεινων υστερημα, ινα και το εκεινων περισσευμα γενηται εις το υμων υστερημα, οπως γενηται ισοτης·
  15. καθως γεγραπται, Ο το πολυ ουκ επλεονασεν, και ο το ολιγον ουκ ηλαττονησεν.
  16. Χαρις δε τω θεω τω δοντι την αυτην σπουδην υπερ υμων εν τη καρδια Τιτου,
  17. οτι την μεν παρακλησιν εδεξατο, σπουδαιοτερος δε υπαρχων αυθαιρετος εξηλθεν προς υμας.
  18. συνεπεμψαμεν δε μετ αυτου τον αδελφον ου ο επαινος εν τω ευαγγελιω δια πασων των εκκλησιων
  19. ου μονον δε αλλα και χειροτονηθεις υπο των εκκλησιων συνεκδημος ημων συν τη χαριτι ταυτη τη διακονουμενη υφ ημων προς την [αυτου] του κυριου δοξαν και προθυμιαν ημων
  20. στελλομενοι τουτο μη τις ημας μωμησηται εν τη αδροτητι ταυτη τη διακονουμενη υφ ημων·
  21. προνοουμεν γαρ καλα ου μονον ενωπιον κυριου αλλα και ενωπιον ανθρωπων.
  22. συνεπεμψαμεν δε αυτοις τον αδελφον ημων ον εδοκιμασαμεν εν πολλοις πολλακις σπουδαιον οντα, νυνι δε πολυ σπουδαιοτερον πεποιθησει πολλη τη εις υμας.
  23. ειτε υπερ Τιτου, κοινωνος εμος και εις υμας συνεργος· ειτε αδελφοι ημων, αποστολοι εκκλησιων, δοξα Χριστου.
  24. την ουν ενδειξιν της αγαπης υμων και ημων καυχησεως υπερ υμων εις αυτους ενδεικνυμενοι εις προσωπον των εκκλησιων.