Book 1 of Enoch.

Chapters 1-16 (from codex Panopolitanus).


Chapter 1.

  1. Λογος ευλογιας Ενωχ, καθως ευλογησεν εκλεκτους δικαιους οιτινες εσονται εις ημεραν αναγκης εξαραι παντας τους εχθρους και σωθησονται δικαιοις.
  2. Και αναλαβων την παραβολην αυτου ειπεν Ενωχ, ανθρωπος δικαιος, εστιν ορασις εκ θεου αυτω ανεωγμενη ην εχων την ορασιν του αγιου και του ουρανους εδειξεν μοι και αγιολογων αγιων ηκουσα εγω, και ως ηκουσα παρ αυτων παντα και εγνων εγω θεωρων και ουκ εις την νυν γενεαν διενοουμην, αλλα επι πορρω ουσαν εγω λαλω.
  3. Και περι των εκλεκτων νυν λεγω και περι αυτων ανελαβον την παραβολην μου. Και εξελευσεται ο αγιος μου ο μεγας εκ της κατοικησεως αυτου,
  4. Και ο θεος του αιωνος επι γην πατησει επι το Σινα ορος, και φανησεται εκ της παρεμβολης αυτου, και φανησεται εν τη δυναμει της ισχυος αυτου απο του ουρανου των ουρανων.
  5. Και φοβηθησονται παντες, και πιστευσουσιν οι εγρηγοροι, και λημψεται αυτους τρομος και φοβος μεγας μεχρι των περατων της γης.
  6. και σεισθησονται και πεσουνται και διαλυθησονται ορη υψηλα, και ταπεινωθησονται βουνοι υψηλοι του διαρυηναι ορη, και τακησονται ως κηρος απο προσωπον πυρος εν φλογι.
  7. και διασχισθησεται η γη σχισμα ραγαδι, και παντα οσα εστιν επι της γης απολειται, και κρισις εσται κατα παντων.
  8. και μετα των δικαιων την ειρηνην ποιησει, και επι τους εκλεκτους εσται συντηρησις και ειρηνη, και επ αυτους γενησεται ελεος. Και εσονται παντες του θεου, και την ευδοκιαν δωσει αυτοις, και παντας ευλογησει. Και παντων αντιλημψεται, και βοηθησει ημιν, και φανησεται αυτοις φως και ποιησει επ αυτους ειρηνην.
  9. Οτι ερχεται συν ταις μυριασιν αυτου και τοις αγιοις αυτου, ποιησει κρισιν κατα παντων, και απολεσαι παντας τους ασεβεις, και ελεγξαι πασαν σαρκα, περι παντων εργων της ασεβειας αυτων ων ησεβησαν, και σκληρων ων ελαλησαν λογων κατ αυτου αμαρτωλοι ασεβεις.

Chapter 2.

  1. Κατανοησατε παντα τα εργα εν τω ουρανω, πως ουκ ηλλοιωσαν τας οδους αυτων, και τους φωστερας τους εν τω ουρανω, ως τα παντα ανατελλει και δυνει, τεταγμενος εκαστος εν τω τεταγμενω καιρω, και ταις εορταις αυτων φαινουνται, και ου παραβαινουσιν την ιδιαν ταξιν.
  2. ιδετε την γην και διανοηθητε περιτων εργων των εν αυτη γινομενων απ αρχης μεχρι τελειωσεως, ως εισιν φθαρτα, ως ουκ αλλοιουται ουδεν των επι γης. αλλα παντα εργα θεου υμιν φαινεται.
  3. ιδετε την θερειαν και τον χειμωνα...

Chapter 3.

  1. ...καταμαθετε και ιδετε παντα τα δενδρα....

Chapter 5.

  1. Πως τα φυλλα ξλωρα εν αυτοις σκεποντα τα δενδρα και πας ο καρπος αυτων εις τιμην και δοχαν διονηθητε και γνωτε περι παντων των εργων αυτου νοησατε οτι θεος ζων εποιησεν αυτα ουτως και ζη εις παντας τους αιωνας,
  2. και τα εργα αυτου παντα οσα εποιησεν εις τους αιωνας απο ενιαυτου εις ενιαυτον γινομενα παντα ουτως και παντα οσα αποτελουσιν αυτοω τα εργα και ουκ αλλοιουνται αυτων τα εργα αλλ ωσπερει κατα επιταγην τα παντα γινεται.
  3. ιδετε πως η θαλασσα και οι ποταμοι ως ομοιως αποτελουσιν και αυτων τα εργα απο των λογων αυτου.
  4. Υμεις δε ουκ ενεμεινατε ουδε εποιησατε κατα τας εντολας αυτου αλλα απεστητε και κατελαλησατε μεγαλους και σκληρους λογους εν στοματι ακαθαρσιας υμων κατα της μεγαλωσυνης αυτου οτι κατελαλησατε εν τοις πνευμασιν υμων σκληροκαρδιοι ουκ εστ ειρηνη υμιν.
  5. Τοιγαρ τας ημερας υμων υμεις καταρασεσθε κατ τα ετη της ζωης υμων απολειται και τα ετη της απωλειας υμων πληθυνθησεται εν καταρα αιωνων και ουκ εσται υμιν ελεος και ειρηνη.
  6. Τοτε εσται τα ονοματα υμων εις καταραν αιωνιον πασιν τοις δικαιοις και εν υμιν καταρασονται παντες οι καταρωμενοι και παντες οι αμαρτωλοι και ασεβεις εν υμιν ομουνται υμιν δε τοις ασεβεσιν εσται καταρα και παντες οι αμαρτοι ξαρησονται και εσται αυτοις λυσις αμαρτιων και παν ελεος και ειρηνη και επιεικεια εσται αυτοις σωτηρια φως αγαθον και αυτοι κληρονομησουσιν την γην,
  7. και πασιν υμιν τοις αμαρτωλοις ουξ υπαρχει σωτηρια αλλ επι παντας υμας καταλυσει καταρα και τοις εκλεκτοις εσται φως και ξαρις και ειρηνη και αυτοι κληρονομησουσιν την γην.
  8. τοτε δοθησεται τοις εκλεκτοις σοφια και παντες ουτοι ζησονται και ου μη αμαρτησονται ετι ου κατ ασεβειαν ουτε υπερηφανιαν και εσται εν ανθρωπω πεφωτισμενω φως και ανθρωπω επιστημονι νοημα,
  9. και ου μη πλημμελησουσιν ουδε μη αμαρτωσιν πασας τας ημερας της ζωης αυτων και ου μη αποθανωσιν εν οργη θυμου αλλα τον αριθμον αυτων ζωης ημερων πληρωσουσιν και η ζωη αυτων αυχηθησεται εν ιρηνη και τα ετη της ξαρας αυτων πληθυνθησεται εν αγαλλιασει και ειρηνη αιωνος εν πασαις ταις ημεραις της ζωης αυτων.

Chapter 6.

  1. Και εγενετο οταν επληθυνθησαν οι υιοι των ανθρωπων, και εν εκεινας ταις ημεραις ταις ημεραις εγεννηθησαν θυγατερες ωραιαι και καλαι.
  2. και εθεασαντο αυτας οι αγγελοι υιοι ουρανου και επεθυμησαν αυτας, και ειπαν προς αλληλους, Δευτε εκλεξωμεθα εαυτοις γυναικας απο των ανθρωπων, και γεννησομεν εαυτοις τεκνα.
  3. και ειπεν Σεμιαζας προς αυτους, ος ην αρχων αυτων, Φοβουμαι μη ου θελησετε ποιησαι το πραγμα τουτο, και εσομαι εγω μονος οφειλετης αμαρτιας μεγαλης.
  4. απεκριθησαν ουν αυτω παντες, Ομοσωμεν ορκω παντες και αναθεματισωμεν παντες αλληλους μη αποστρεψαι την γνωμην ταυτην, μεχρις ου αν τελεωμην αυτην και ποιησωμεν το πραγμα τουτο.
  5. τοτε ομοσαν παντες ομου και ανεθεματισαν αλληλους.
  6. ησαν δε αυτοι διακοσιοι οι καταβαντες εν ταις ημεραις Ιαρεδ εις την κορυφην του Ερμονιειμ ορους, και εκαλεσαν το ορος Ερμωμ, καθοτι ωμοσαν και ανεθεματισαν αλληλους εν αυτω.
  7. Και ταυτα τα ονοματα των αρχοντων αυτων Σεμιαζα, ουτος αρχων αυτων, Αραθακ, Κιμβρα, Σαμμανη, Δονειηλ, Αρεαρως, Σεμιηλ, Ιωμειηλ, Χωχαριηλ, Εζεκιηλ, Βατριηλ, Σαθιηλ, Ατριηλ, Ταμιηλ, Βαρακιηλ, Ανανθαν, Θωνιηλ, Ραμιηλ, Ασεαλ, Ρακειηλ, Τουριηλ.
  8. Ουτοι εισιν αρχαι αυτων οι δεκα.

Chapter 7.

  1. Και ελαβον εαυτοις γυναικας εκαστος αυτων εξελεξαντο εαυτοις γυναικας, και ηρξαντο εισπορευεσθαι προς αυτας και μιαινεσθαι εν αυταις και εδιδαξαν αυτας φαρμακειας και επαοιδας και ριζοτομιας, και τας βοτανας εδηλωσαν αυταις.
  2. Αι δε εν γαστρι λαβουσαι ετεκοσαν γιγαντας μεγαλους εκ πηχων τρισχιλιων,
  3. οιτινες κατεσθοσαν τους κοπους των ανθρωπων, ως δε ουκ εδυνηθησαν αυτοις οι ανθρωποι επιχορηγειν,
  4. οι γιγαντες ετολμησαν επ αυτους, και κατεσθιοσαν τους ανθρωπους.
  5. και ηρξαντο αμαρτανειν εν τοις πετεινοις και τοις θηριοις και ερπετοις και τοις ιχθυσιν, και αλληλων τας σαρκας κατεσθιειν, το αιμα επινον.
  6. τοτε η γη ενετυχεν κατα των ανομων.

Chapter 8.

  1. εδιδαξεν τους ανθρωπους Αζαηλ μαχαιρας ποιειν και οπλα και ασπιδας και θωρακας διδαγματα αγγελων, και υπειδξεν αυτοις τα μεταλλα και την εργασιαν αυτων, και ψελια και κοσμους και στιβεις και το καλλιβλεψαρον και παντοιους λιθους εκλεκτους και βαφικα.
  2. και εγενετο ασεβεια πολλη, και επορνευσαν και απεπλανηθησαν και ηφανισθησαν εν πασαις ταις οδοις αυτων.
  3. Σεμιαζας εδιδαξεν επαοιδας και ριζοτομιας, Αρμαρως επαοιδων λυτηριον, Βαρακιηλ αστρολογιας, Χωχιηλ τα σημειωτικα, Σαθιηλ αστεροσκοπιαν, Σεριηλ σεληναγωγιας.
  4. των ουν ανθρωπων απολλυμενων η βοη εις ουρανος ανεβη.

Chapter 9.

  1. Τοτε παρακυψαντες Μιχαηλ και Ουριηλ και Ραφαηλ και Γαβριηλ, ουτοι εκ του ουρανου εθεασαντο αιμα πολυ εκχυννομενον επι της γης.
  2. και ειπαν προς αλληλους φωνη βοωντων επι της γης μεχρι πυλων του ουρανου.
  3. εντυγχανουσιν οι ψυχαι των ανθρωπων λεγουντων Εισαγαγετε την κρισιν ημων προς τον υψιστον.
  4. Και ειπαν τω κυριω Συ ει κυριος των κυριων και ο θεος των θεων και βασιλευς των αιωνιων ο θρονος της δοξης σου εις πασας τας γενεας του αιωνος, και το ονομα σου το αγιον και μεγα και ευλογητον εις παντας τους αιωνας.
  5. Συ γαρ εποιησας τα παντα, και πασαν την εξουσιαν εχων, και παντα ενωπιον σου φανερα και ακαλυπτα, και παντα συ ορας.
  6. α εποιησεν Αζαηλ ος εδιδαξεν πασας τας αδικιας επι της γης και εδηλωσεν τα μυστερια του αιωνος τα εν τω ουρανω α επιτηδευσουσιν εγνωσαν ανθρωποι.
  7. και Σεμιαζας ω την εξουσιαν εδωκας αρχειν των συν αυτω αμα οντων.
  8. και επορευθεσαν προς τας θυγατερας των ανθρωπον της γης και συνεκοιμηθησαν αυταις και εμιανθησαν, και εδηλωσαν αυταις πασας τας αμαρτιας.
  9. και αι γυναικες εγεννησαν τιτανας, υφ ων ολη η γη επλησθη αιματος και αδικιας.
  10. και νυν ιδου βοωσιν αι ψυχαι των τετελευτηκοτων και εντυγχανουσιν μεχρι των πυλων του ουρανου, και ανεβη ο στεναγμος αυτων και ου δυναται εξελθειν απο προσωπου των επι της γης γινομενων ανομηματων.
  11. και συ παντα οιδας προ του αυτα γενεσθαι, και συ ορας ταυτα και εας αυτους, και ουδε ημιν λεγεις τι δει ποιειν αυτους περι τουτων.

Chapter 10.

  1. Τοτε υψιστος ειπεν περι τουτων, ο μεγας Αγιος, και ελαλησεν και ειπεν και επεμψεν Ιστραηλ προς τον υιον Λαμεχ.
  2. Ειπον αυτω επι τω εμω ονοματι, Κρυψον σεαυτον, και δηλωσον αυτω τελος επερχομενον, οτι η γη απολλυται πασα, και κατακλυσμος μελλει γινεσθαι πασης της γης και απολεσει παντα οσα εστ εν αυτη.
  3. και διδαξον αυτον οπως εκφυγη, και μενει το σπερμα αυτου εις πασας τας γενεας του αιωνος.
  4. Και τω Ραφαηλ ειπεν, Δησον τον Αζαηλ ποσιν και χερσιν, και βαλε αυτον εις το σκοτος, και ανοιξον την ερημον την ουσαν εν τω Δαδουηλ κακει Βαλε αυτον,
  5. και υποθες αυτω λιθους τραχεις και οξεις και επικαλυψον αυτω το σκοτος, και οικησατω εκει εις τους αιωνας, και την οψιν αυτου πωμασον και φως μη θεωρειτω.
  6. και εν τη ημερα της μεγαλης της κρισεως απαχθησεται εις τον ενπυρισμον.
  7. και ιαθησεται η γη, ην ηφανισαν οι αγγελοι, και την ιασιν της γης δηλωσον, ινα ιασωνται παντες οι υιοι των ανθρωπων εν τω μυστεριω ολω ω επαταξαν οι εγρηγοροι και εδιδαξαν τους υιους αυτων.
  8. και ηρημωθη πασα η γη αφανισθεισα εν τοις εργοις της διδασκαλιας Αζαηλ και επ αυτω γραψον τας αμαρτιας πασας.
  9. Και τω Γαβριηλ ειπεν ο κυριος, Πορευον επι τους μαζηρεους, επι τους κιβδηλους και τους υιους της πορνειας, και απολεσον τους υιους των εγρηγορων απο των ανθρωπων πεμψον αυτοις εν πολεμω απωλειας.
  10. Και πασα ερωτησις ουκ εσται τοις πατρασιν αυτων, οτι ελπιζουσιν ζησαι ζωην αιωνιον, και οτι ζησεται εκαστος αυτων ετη πεντακοσια.
  11. Και ειπεν τω Μιχαηλ, Πορευου και δησον Σεμιαζα και τοις λοιποις συν αυτω ταις γυναιξιν μιγεντας, μιανθεναι εν αυταις εν τη ακαθαρσια αυτων.
  12. και οταν κατασφαγωσιν οι υιοι αυτων και ιδωσιν την απωλειαν των αγαπητων, και δησον αυτους εβδομηκοντα γενεας εις τας ναπας της γης μεχρι ημερας κρισεως αυτων και συντελεσμου, εως τελεσθη το κριμα του αιωνος των αιωνων.
  13. τοτε απαχθησονται εις το χαος του πυρος και εις την βασανον και εις το δεσμωτηριου συγκλεισεως αιωνος.
  14. και ος αν κατακαυσθη και αφανισθη, απο του νυν μετ αυτων ομου δεθησονται μεχρι τελειωσεως γενεας.
  15. Απολεσον παντα τα πνευματα των κιβδηλων και τους υιους των εγρηγορων δια το αδικησαι τους ανθρωπους.
  16. και απολεσον την αδικιαν πασαν απο της γης, και παν εργον πονηριας εκλειπετω, και αναφανητω το φυτον της δικαιοσυνης και της αληθειας εις τους αιωνας μετα χαρας φυτευθησεται.
  17. Και νυν παντες οι δικαιοι εκφευξονται, και εσονται ζωντες εως γεννησωσιν χιλιαδας, και πασαι αι ημεραι νεοτητος αυτων, και τα σαββατα αυτων μετα ειρηνης πληρωσουσιν.
  18. τοτε εγρασθησεται πασα η γη εν δικαιοσυνη και καταφυτευθησεται δενδρον εν αυτη, και πλησθησεται ευλογιας.
  19. και παντα τα δενδρα της γης αγαλλιασονται φυτευθησεται, και εσονται φυτευοντες αμπελους, και η αμπελος ην αν φυτευσωσιν, ποιησουσιν προχους οινου χιλιαδας και σπορου ποιησει καθ εκαστον μετρον, ελαιας ποιησει ανα βατους δεκα.
  20. και συ καθαρισον την γην απο πασης ακαθαρσιας και απο πασης αδικιας και απο πασης αμαρτιας και ασεβειας, και πασας τας ακαθαρσιας τας γινομενας επι της γης εξαλειψον.
  21. και εσουνται παντες λατρευοντες οι λαιοι και ευλογουντες παντες εμοι και προσκυνουντες.
  22. και καθαρισθησεται πασα η γη απο παντος μιασματος και απο πασης ακαθαρσιας και οργης και μαστιγος, και ουκετι πεμψω επ αυτους εις πασας τας γενεας του αιωνος.

Chapter 11.

  1. Και τοτε ανοιξω τα ταμεια της ευλογιας τα ουντα εν τοω ουρανω, και κατενεγκειν αυτα επι τα εργα, επι τον κοπον των υιων των ανθρωπων.
  2. και τοτε αληθεια και ειρηνη κοινωνησουσιν ομου εις πασας τας γενεας των ανθρωπων.

Chapter 12.

  1. Προ τουτων των λογων ελημεφθη Ενωχ, και ουδεις των ανθρωπων εγνω που ελημεφθη και που εστιν και εγενετο αυτω.
  2. και τα εργα αυτου μετα των εγρηγορων, και μετα των αγιων αι ημεραι αυτου.
  3. και εστως ημην Ενωχ ευλογων τω κυριω της μεγαλωσυνης, τω βασιλει των αινων. και ιδου οι εγρηγοροι του αγιου του μεγαλου εκαλουν με Ενωχ
  4. ο γραμματευς της δικαιοσυνης. Πορευου και ειπε τοις εγρηγοροις του ουρανου οιτινες απολιποντες του ουρανον τον υψηλον, το αγιασμα της στασεως του αιωνος, μετα των γυναικων εμιανθησαν, και ελαβον εαυτοις γυναικας αφανισμον μεγαν κατηφανισατε την γην,
  5. και ουκ εσται υμιν ειρηνη ουτε αφεσις. και περι ων χαιρουσιν των υιων αυτων,
  6. τον φονον των αγαπητων αυτων οψονται, και επι τη απωλεια των υιων αυτων στεναξουσιν και δεηθησονται εις τον αιωνα, και ουκ εσται αυτοις εις ελεον και ειρηνην.

Chapter 13.

  1. Ο δε Ενωχ τω Αζαηλ ειπεν Πορευου ουκ εσται σοι ειρηνη. κριμα μεγα εξηλθεν κατα σου δησαι σε,
  2. και ανοχη και ερωτησις σοι ουκ εσται περι ων εδειξας αδικηματων και περι παντων των εργων των ασεβειων και της αδικιας και της αμαρτιας, οσα υπεδειξας τοις ανθρωποις.
  3. τοτε πορευθεις ειρηκα πασιν αυτοις, και αυτοι παντες εφοβηθησαν, και ελαβεν αυτους τρομος και φοβος.
  4. και ερωτησαν οπως γραψω αυτοις υπομνηματα ερωτησεως, ινα γενηται αυτοις αφεσις, και ινα εγω αναγνω αυτοις το υπομνημα της ερωτησεως ενωπιον Κυριου του ουρανου,
  5. οτι αυτοι ουκετι δυνανται λαλησαι, ουδε επαραι αυτων τους οφθαλμους εις τον ουρανον απο αισχυνης περι ων ημαρτηκεισαν και κατεκριθησαν.
  6. Τοτε εγραψα το υπομνημα της ερωτησεως αυτων και τας δεησεις περι των πνευματων αυτων και περι ων δεονται, οπως αυτων γενωνται αφεσις και μακροτης.
  7. και πορευθεις εκαθισα επι των υδατων Δαν εν γη Δαν, ητις εστιν εκ δεξιων Ερμωνειειμ δυσεως ανεγινωσκον το υπομνημα των δεησεων αυτων εως εκοιμηθην.
  8. και ιδου ονειροι επ εμε ηλθον και ορασεις επ εμε επεπιπτον, και ιδον ορασεις οργης, και ηλθην φωνη λεγουσα Ειπον τοις υιοις του ουρανου του ελεγξαι αυτους .
  9. και εξυπνος γενομενος ηλθον προς αυτους, και παντες συνηγμενοι εκαθηντο πενθουντες εν Εβελσατα, ητις εστιν ανα μεσον του Λιβανον και Σενισηλ, περικεκαλυμμενοι την οψιν.
  10. ενωπιον αυτων και ανηγγειλα αυτοις πασας τας ορασεις τας ειδον κατα τους υπνους, και ηρξαμεν λαλειν τους λογους της δικαιοσυνης, ελεγχων τους εγρηγορους του ουρανου.

Chapter 14.

  1. Βιβλος λογων δικαιοσυνης και ελεγξεως εγρηγορων των απο του αιωνος, κατα την εντολην του αγιου του μεγαλου εν ταυτη τη ορασει.
  2. Εγω ειδον κατα τους υπνους μου ο νυν λεγω εν γλωσση σαρκινη εν τω πνευματι του στοματος μου, ο εδωκεν ο μεγας τοις ανθρωποις λαλειν εν αυτοιςκαι νοησει καρδιας.
  3. ος εκτισεν και εδωκεν ελεγξασθαι εγρηγορους τους υιους του ουρανου.
  4. Εγω την ερωτησιν υμων των αγγελων εγραψα, και εν τη ορασει μου τουτο εδεχθη και ουτε η ερωτησις υμων παρεδεχθη,
  5. ινα μηκετι εις του ουρανον αναβητε επι παντας τους αιωνας, και εν τοις δεσμοις της γης ερρεθη δησαι υμας εις πασας τας γενεας του αιωνος,
  6. και ινα προ τουτων ιδητε την απωλειαν των υιων υμων των αγαπητων, και οτι ουκ εσται υμιν ονησις αυτων, αλλα πεσουνται ενωπιον υμων εν μαχαιρα.
  7. και η ερωτησις υμων περι αυτων ουκ εσται ουδε περι υμων και υμεις κλαιοντες και δεομενοι και μην λαλουντες παν ρημα απο της γραφης ης εγραψα.
  8. Και εμοι εφ ορασει ουτως εδειχθη ιδου νεφελαι εν τη ορασει εκαλουν και ομιχλαι με εφωνουν, και διαδρομαι των αστερων και αστραπαι με κατεσπυδαζον και εθορυβαζον με, και ανεμοι εν τη ορασει μου εξεπετασαν με και επηραν με ανω και εισηνεγκαν με εις τον ουρανον.
  9. και εισηλθον μεχρις ηγγισα τειχους οικοδομης εν λιθοις χαλαζης και γλωσσαις πυρος κυκλω αυτων και ηρξαντο εκφοβειν με.
  10. και εισηλθον εις τας γλωσσας του πυρος, και ηγγισα εις οικον μεγαν οικοδομημενον εν λιθοις χαλαζης, και οι τοιχοι του οικου ως λιθοπλακες, και πασαι ησαν εκ χιονος, και εδαφη χιονικα,
  11. και αι στεγαι ως διαδρομαι αστερων και αστραπαι, και μεταξυ αυτων χερουβιν πυρινα, και ουρανος αυτων υδωρ,
  12. και πυρ φλεγομενον κυκλω των τοιχων, και θυραι πυρι καιομεναι.
  13. εισηλθον εις τον οικον εκεινον, θερμον ως πυρ και ψυχρον ως χιων, και πασα τροφη ζωης ουκ ην εν αυτω φοβος με εκαλυψεν και τρομος με ελαβεν.
  14. και ημην σειομενος και τρεμων, και επεσον επι προσωπον μου και εθεωρουν εν τη ορασει μου,
  15. και ιδου αλλην θυραν ανεωγμενην κατεναντι μου, και ο οικος μειζων τουτου, και ολος οικοδομημενος εν γλωσσαις πυρος,
  16. και ολος διαφερων εν δοξη και εν τιμη και εν μεγαλωσυνην, ωστε μη δυναθαι με εξειπεν υμιν περι της δοξης και περι της μεγαλωσυνης αυτου.
  17. το εδαφρος αυτου ην πυρος, το δε ανωτερον αυτου ησαν αστραπαι και διαδρομαι αστερων, και η στεγη αυτου ην πυρ φλεγον.
  18. Εθεωρουν δε και ειδον θρονον υψηλον, και το ειδος αυτου ωσει κρυσταλλινον, και τροχος ως ηλιου λαμποντος και ορος χερουβιν.
  19. και υποκατω του θρονου εξεπορευοντο ποταμοι πυρος φλεγομενοι, και ουκ εδυνασθην ιδειν.
  20. και η δοξα η μεγαλη εκαθητο επ αυτω το περιβολαιον αυτου ως ειδος ηλιου λαμπροτερον και λευκετερον πασης χιονος.
  21. και ουκ εδυνατο πας αγγελος παρελθειν εις τον οικον τουτου και ιδειν το προσωπον αυτου δια το εντιμον και ενδοξον, και ουκ εδυνατο πασα σαρξ ιδειν αυτον.
  22. το πυρ φλεγομενον κυκλω και πυρ μεγα παρειστηκει αυτω, και ουδεις εγγιζει αυτω των κυκλων, μυριαι μυριαδες εστηκασιν ενωπιον αυτου, και πας λογος αυτου εργον.
  23. και οι αγιοι των αγγελων οι εγγιζοντες αυτω ουκ αποξωρουσιν νυκτος ουτε αφιστανται αυτου.
  24. καγω ημων εως τουτου επι προσωπον μου βεβλημενος και τρεμων, και ο κυριος τω στοματι αυτου εκαλεσεν με και ειπεν μοι· Προσελθε ωδε, Ενωχ, και τον λογον μου ακουσον.
  25. και προσελθων μοι εις των αγιων ηγειρεν με και εστησεν με, και προσηγαγεν με μεχρι της θυρας εγω δε το προσωπον μου κατω εκυφον.

Chapter 15.

  1. Και αποκριθεις ειπεν μοι Ο ανθρωπος ο αληθινος, ανθρωπος της αληθειας ο γραμματευς, και της φωνης αυτου ηκουσα μη φοβηθης, Ενωχ, ανθρωπος αληθινος και γραμματευς της αληθειας προσελθε ωδε, και της φωνης, μου ακουσον.
  2. πορευθητι και ειπε τοις πεμψσασιν σε Ερωτησαι υμας εδει περι των ανθρωπον, και μη τους ανθρωπους περι υμων.
  3. δια τι απελιπετε τον ουρανον τον υψηλον τον αγιον του αιωνος, και μετα των γυναικων εκοιμηθητε και μετα των θυγατερων των ανθρωπων εμιανθητε και ελαβετε εαυτοις γυναικας ωσπερ υιοι της γης εποιησατε και εγεννησατε εαυτοις τεκνα υιους γιγαντας.
  4. και υμεις ητε αγιοι και πνευματα ζωντα αιωνια εν τω αιματι των γυναικων εμιανθητε, και εν αιματι σαρκος εγεννησατε και εν τω αιματι ανθρωπων επεθυμησατε, καθως και αυτοι ποιουσιν, σαρκα και αιμα, οιτινες αποθνησκουσιν και απολλυνται.
  5. δια τουτο εδωκα αυτοις θηλειας, ινα σπερματισουσιν εις αυτας και τεκνωσουσιν εν αυταις τεκνα ουτως, ινα μη εκλειπη αυτοις παν εργον επι της γης.
  6. υμεις δε υπηρχετε πνευματα ζωντα αιωνια και ουκ αποθνησκοντα εις πασας τας γενεας του αιωνος.
  7. και δια τουτο ουκ εποιησα εν υμιν θηλειας τα πνευματα του ουρανου, εν τω ουρανω, η κατοικησις αυτων.
  8. και νυν οι γιγαντες οι γεννηθεντες απο την πνευματων και σαρκος πνευματα ισχυρα κληθησονται επι της γης και εν τη γη η κατοικησις αυτων εσται.
  9. πνευματα πονηρα εξηλθον απο του σωματος αυτων, διοτι απο των ανωτερων εγενοντο, και εκ των αγιων εγρηγορων η αρχη της κτισεως αυτων και αρχη θελημιου πνευματα πονηρα κληθησεται.
  10. πνευματα ουρανου, εν τω ουρανω η κατοικησις αυτων εσται, και τα πνευματα επι της γης τα γεννηθεντα, επι της γης η κατοικησις αυτων εσται.
  11. και τα πνευματα των γιγαντων νεφελας αδικουντα, αφανιζοντα και εμπιπτοντα και συμπαλαιοντα και συνριπτοντα επι της γης πνευματα σκληρα γιγαντων και δρομους ποιουντα και μηδεν εσθιοντα, αλλ ασιτουντα και διψωντα και προσκοπτοντα.
  12. και εξαναστησει ταυτα τα πνευματα εις τους υιους των ανθρωπων και των γυναικων, οτι εξεληλυθασιν απ αυτων,

Chapter 16.

  1. απο ημερας σφαγης και απωλειας και θανατου, αφ ων τα πνευματα εκπορευομενα εκ της ψυχης της σαρκος αυτων εσται αφανιζοντα χωρις κρισεως ουτως αφανισουσιν μεχρις ημερας τελειωσεως, της κρισεως της μεγαλης, εν η ο αιων ο μεγας τελεσθησεται.
  2. και νυν εγρηγοροις τοις πεμψασιν σε ερωτησαι περι αυτων, οιτινες εν ουρανω ησαν.
  3. Υμεις εν τω ουρανω ητε, και παν μυστηριον ο ουκ ανεκαλυφθη υμιν και μυστηριον το εκ του θεου γεγενημενον εγνωτε, και τουτο εμηνυσατε ταις γυναιξιν εν ταις σκληροκαρδιας υμων, και εν τω μυστηριω τουτω πληθυνουσιν αι θηλειαι και οι ανθρωποι τα κακα επι της γης.
  4. ειπων ουν αυτοις Ουκ εστιν ειρηνη.