Epistle 1 of Paul to the Corinthians.

Chapters 5-8.


Chapter 5.

  1. Ολως ακουεται εν υμιν πορνεια, και τοιαυτη πορνεια ητις ουδε εν τοις εθνεσιν, ωστε γυναικα τινα του πατρος εχειν.
  2. και υμεις πεφυσιωμενοι εστε, και ουχι μαλλον επενθησατε, ινα αρθη εκ μεσου υμων ο το εργον τουτο πραξας;
  3. εγω μεν γαρ, απων τω σωματι παρων δε τω πνευματι, ηδη κεκρικα ως παρων τον ουτως τουτο κατεργασαμενον
  4. εν τω ονοματι του κυριου [ημων] Ιησου, συναχθεντων υμων και του εμου πνευματος συν τη δυναμει του κυριου ημων Ιησου,
  5. παραδουναι τον τοιουτον τω Σατανα εις ολεθρον της σαρκος, ινα το πνευμα σωθη εν τη ημερα του κυριου.
  6. Ου καλον το καυχημα υμων. ουκ οιδατε οτι μικρα ζυμη ολον το φυραμα ζυμοι;
  7. εκκαθαρατε την παλαιαν ζυμην, ινα ητε νεον φυραμα, καθως εστε αζυμοι. και γαρ το πασχα ημων ετυθη Χριστος·
  8. ωστε εορταζωμεν, μη εν ζυμη παλαια μηδε εν ζυμη κακιας και πονηριας, αλλ εν αζυμοις ειλικρινειας και αληθειας.
  9. Εγραψα υμιν εν τη επιστολη μη συναναμιγνυσθαι πορνοις,
  10. ου παντως τοις πορνοις του κοσμου τουτου η τοις πλεονεκταις και αρπαξιν η ειδωλολατραις, επει ωφειλετε αρα εκ του κοσμου εξελθειν.
  11. νυν δε εγραψα υμιν μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλολατρης η λοιδορος η μεθυσος η αρπαξ, τω τοιουτω μηδε συνεσθιειν.
  12. τι γαρ μοι τους εξω κρινειν; ουχι τους εσω υμεις κρινετε;
  13. τους δε εξω ο θεος κρινει. εξαρατε τον πονηρον εξ υμων αυτων.

Chapter 6.

  1. Τολμα τις υμων πραγμα εχων προς τον ετερον κρινεσθαι επι των αδικων, και ουχι επι των αγιων;
  2. η ουκ οιδατε οτι οι αγιοι τον κοσμον κρινουσιν; και ει εν υμιν κρινεται ο κοσμος, αναξιοι εστε κριτηριων ελαχιστων;
  3. ουκ οιδατε οτι αγγελους κρινουμεν, μητι γε βιωτικα;
  4. βιωτικα μεν ουν κριτηρια εαν εχητε, τους εξουθενημενους εν τη εκκλησια τουτους καθιζετε;
  5. προς εντροπην υμιν λεγω. ουτως ουκ ενι εν υμιν ουδεις σοφος ος δυνησεται διακριναι ανα μεσον του αδελφου αυτου;
  6. αλλα αδελφος μετα αδελφου κρινεται, και τουτο επι απιστων;
  7. ηδη μεν [ουν] ολως ηττημα υμιν εστιν οτι κριματα εχετε μεθ εαυτων· δια τι ουχι μαλλον αδικεισθε; δια τι ουχι μαλλον αποστερεισθε;
  8. αλλα υμεις αδικειτε και αποστερειτε, και τουτο αδελφους.
  9. η ουκ οιδατε οτι αδικοι θεου βασιλειαν ου κληρονομησουσιν; μη πλανασθε· ουτε πορνοι ουτε ειδωλολατραι ουτε μοιχοι ουτε μαλακοι ουτε αρσενοκοιται
  10. ουτε κλεπται ουτε πλεονεκται, ου μεθυσοι, ου λοιδοροι, ουχ αρπαγες βασιλειαν θεου κληρονομησουσιν.
  11. και ταυτα τινες ητε· αλλα απελουσασθε, αλλα ηγιασθητε, αλλα εδικαιωθητε εν τω ονοματι του κυριου Ιησου Χριστου και εν τω πνευματι του θεου ημων.
  12. Παντα μοι εξεστιν, αλλ ου παντα συμφερει. παντα μοι εξεστιν, αλλ ουκ εγω εξουσιασθησομαι υπο τινος.
  13. τα βρωματα τη κοιλια, και η κοιλια τοις βρωμασιν· ο δε θεος και ταυτην και ταυτα καταργησει. το δε σωμα ου τη πορνεια αλλα τω κυριω, και ο κυριος τω σωματι·
  14. ο δε θεος και τον κυριον ηγειρεν και ημας εξεγερει δια της δυναμεως αυτου.
  15. ουκ οιδατε οτι τα σωματα υμων μελη Χριστου εστιν; αρας ουν τα μελη του Χριστου ποιησω πορνης μελη; μη γενοιτο.
  16. [η] ουκ οιδατε οτι ο κολλωμενος τη πορνη εν σωμα εστιν; Εσονται γαρ, φησιν, οι δυο εις σαρκα μιαν.
  17. ο δε κολλωμενος τω κυριω εν πνευμα εστιν.
  18. φευγετε την πορνειαν· παν αμαρτημα ο εαν ποιηση ανθρωπος εκτος του σωματος εστιν, ο δε πορνευων εις το ιδιον σωμα αμαρτανει.
  19. η ουκ οιδατε οτι το σωμα υμων ναος του εν υμιν αγιου πνευματος εστιν, ου εχετε απο θεου, και ουκ εστε εαυτων;
  20. ηγορασθητε γαρ τιμης· δοξασατε δη τον θεον εν τω σωματι υμων.

Chapter 7.

  1. Περι δε ων εγραψατε, καλον ανθρωπω γυναικος μη απτεσθαι·
  2. δια δε τας πορνειας εκαστος την εαυτου γυναικα εχετω, και εκαστη τον ιδιον ανδρα εχετω.
  3. τη γυναικι ο ανηρ την οφειλην αποδιδοτω, ομοιως δε και η γυνη τω ανδρι.
  4. η γυνη του ιδιου σωματος ουκ εξουσιαζει αλλα ο ανηρ· ομοιως δε και ο ανηρ του ιδιου σωματος ουκ εξουσιαζει αλλα η γυνη.
  5. μη αποστερειτε αλληλους, ει μητι αν εκ συμφωνου προς καιρον ινα σχολασητε τη προσευχη και παλιν επι το αυτο ητε, ινα μη πειραζη υμας ο Σατανας δια την ακρασιαν υμων.
  6. τουτο δε λεγω κατα συγγνωμην, ου κατ επιταγην.
  7. θελω δε παντας ανθρωπους ειναι ως και εμαυτον· αλλα εκαστος ιδιον εχει χαρισμα εκ θεου, ο μεν ουτως, ο δε ουτως.
  8. Λεγω δε τοις αγαμοις και ταις χηραις, καλον αυτοις εαν μεινωσιν ως καγω·
  9. ει δε ουκ εγκρατευονται γαμησατωσαν, κρειττον γαρ εστιν γαμησαι η πυρουσθαι.
  10. τοις δε γεγαμηκοσιν παραγγελλω, ουκ εγω αλλα ο κυριος, γυναικα απο ανδρος μη χωρισθηναι
  11. εαν δε και χωρισθη, μενετω αγαμος η τω ανδρι καταλλαγητω και ανδρα γυναικα μη αφιεναι.
  12. Τοις δε λοιποις λεγω εγω, ουχ ο κυριος· ει τις αδελφος γυναικα εχει απιστον, και αυτη συνευδοκει οικειν μετ αυτου, μη αφιετω αυτην·
  13. και γυνη ει τις εχει ανδρα απιστον, και ουτος συνευδοκει οικειν μετ αυτης, μη αφιετω τον ανδρα.
  14. ηγιασται γαρ ο ανηρ ο απιστος εν τη γυναικι, και ηγιασται η γυνη η απιστος εν τω αδελφω· επει αρα τα τεκνα υμων ακαθαρτα εστιν, νυν δε αγια εστιν.
  15. ει δε ο απιστος χωριζεται, χωριζεσθω· ου δεδουλωται ο αδελφος η η αδελφη εν τοις τοιουτοις· εν δε ειρηνη κεκληκεν υμας ο θεος.
  16. τι γαρ οιδας, γυναι, ει τον ανδρα σωσεις; η τι οιδας, ανερ, ει την γυναικα σωσεις;
  17. Ει μη εκαστω ως εμερισεν ο κυριος, εκαστον ως κεκληκεν ο θεος, ουτως περιπατειτω· και ουτως εν ταις εκκλησιαις πασαις διατασσομαι.
  18. περιτετμημενος τις εκληθη; μη επισπασθω. εν ακροβυστια κεκληται τις; μη περιτεμνεσθω.
  19. η περιτομη ουδεν εστιν, και η ακροβυστια ουδεν εστιν, αλλα τηρησις εντολων θεου.
  20. εκαστος εν τη κλησει η εκληθη εν ταυτη μενετω.
  21. δουλος εκληθης; μη σοι μελετω· αλλ ει και δυνασαι ελευθερος γενεσθαι, μαλλον χρησαι.
  22. ο γαρ εν κυριω κληθεις δουλος απελευθερος κυριου εστιν· ομοιως ο ελευθερος κληθεις δουλος εστιν Χριστου.
  23. τιμης ηγορασθητε· μη γινεσθε δουλοι ανθρωπων.
  24. εκαστος εν ω εκληθη, αδελφοι, εν τουτω μενετω παρα θεω.
  25. Περι δε των παρθενων επιταγην κυριου ουκ εχω, γνωμην δε διδωμι ως ηλεημενος υπο κυριου πιστος ειναι.
  26. Νομιζω ουν τουτο καλον υπαρχειν δια την ενεστωσαν αναγκην, οτι καλον ανθρωπω το ουτως ειναι.
  27. δεδεσαι γυναικι; μη ζητει λυσιν· λελυσαι απο γυναικος; μη ζητει γυναικα.
  28. εαν δε και γαμησης, ουχ ημαρτες· και εαν γημη η παρθενος, ουχ ημαρτεν. θλιψιν δε τη σαρκι εξουσιν οι τοιουτοι, εγω δε υμων φειδομαι.
  29. τουτο δε φημι, αδελφοι, ο καιρος συνεσταλμενος εστιν· το λοιπον ινα και οι εχοντες γυναικας ως μη εχοντες ωσιν,
  30. και οι κλαιοντες ως μη κλαιοντες, και οι χαιροντες ως μη χαιροντες, και οι αγοραζοντες ως μη κατεχοντες,
  31. και οι χρωμενοι τον κοσμον ως μη καταχρωμενοι· παραγει γαρ το σχημα του κοσμου τουτου.
  32. θελω δε υμας αμεριμνους ειναι. ο αγαμος μεριμνα τα του κυριου, πως αρεση τω κυριω·
  33. ο δε γαμησας μεριμνα τα του κοσμου, πως αρεση τη γυναικι,
  34. και μεμερισται. και η γυνη η αγαμος και η παρθενος μεριμνα τα του κυριου, ινα η αγια και τω σωματι και τω πνευματι· η δε γαμησασα μεριμνα τα του κοσμου, πως αρεση τω ανδρι.
  35. τουτο δε προς το υμων αυτων συμφορον λεγω, ουχ ινα βροχον υμιν επιβαλω, αλλα προς το ευσχημον και ευπαρεδρον τω κυριω απερισπαστως.
  36. Ει δε τις ασχημονειν επι την παρθενον αυτου νομιζει εαν η υπερακμος, και ουτως οφειλει γινεσθαι, ο θελει ποιειτω· ουχ αμαρτανει· γαμειτωσαν.
  37. ος δε εστηκεν εν τη καρδια αυτου εδραιος, μη εχων αναγκην, εξουσιαν δε εχει περι του ιδιου θεληματος, και τουτο κεκρικεν εν τη ιδια καρδια, τηρειν την εαυτου παρθενον, καλως ποιησει·
  38. ωστε και ο γαμιζων την εαυτου παρθενον καλως ποιει, και ο μη γαμιζων κρεισσον ποιησει.
  39. Γυνη δεδεται εφ οσον χρονον ζη ο ανηρ αυτης· εαν δε κοιμηθη ο ανηρ, ελευθερα εστιν ω θελει γαμηθηναι, μονον εν κυριω.
  40. μακαριωτερα δε εστιν εαν ουτως μεινη, κατα την εμην γνωμην, δοκω δε καγω πνευμα θεου εχειν.

Chapter 8.

  1. Περι δε των ειδωλοθυτων, οιδαμεν οτι παντες γνωσιν εχομεν. η γνωσις φυσιοι, η δε αγαπη οικοδομει.
  2. ει τις δοκει εγνωκεναι τι, ουπω εγνω καθως δει γνωναι·
  3. ει δε τις αγαπα τον θεον, ουτος εγνωσται υπ αυτου.
  4. Περι της βρωσεως ουν των ειδωλοθυτων οιδαμεν οτι ουδεν ειδωλον εν κοσμω, και οτι ουδεις θεος ει μη εις.
  5. και γαρ ειπερ εισιν λεγομενοι θεοι ειτε εν ουρανω ειτε επι γης, ωσπερ εισιν θεοι πολλοι και κυριοι πολλοι,
  6. αλλ ημιν εις θεος ο πατηρ, εξ ου τα παντα και ημεις εις αυτον, και εις κυριος Ιησους Χριστος, δι ου τα παντα και ημεις δι αυτου.
  7. Αλλ ουκ εν πασιν η γνωσις· τινες δε τη συνηθεια εως αρτι του ειδωλου ως ειδωλοθυτον εσθιουσιν, και η συνειδησις αυτων ασθενης ουσα μολυνεται.
  8. βρωμα δε ημας ου παραστησει τω θεω· ουτε εαν μη φαγωμεν υστερουμεθα, ουτε εαν φαγωμεν περισσευομεν.
  9. βλεπετε δε μη πως η εξουσια υμων αυτη προσκομμα γενηται τοις ασθενεσιν.
  10. εαν γαρ τις ιδη σε τον εχοντα γνωσιν εν ειδωλειω κατακειμενον, ουχι η συνειδησις αυτου ασθενους οντος οικοδομηθησεται εις το τα ειδωλοθυτα εσθιειν;
  11. απολλυται γαρ ο ασθενων εν τη ση γνωσει, ο αδελφος δι ον Χριστος απεθανεν.
  12. ουτως δε αμαρτανοντες εις τους αδελφους και τυπτοντες αυτων την συνειδησιν ασθενουσαν εις Χριστον αμαρτανετε.
  13. διοπερ ει βρωμα σκανδαλιζει τον αδελφον μου, ου μη φαγω κρεα εις τον αιωνα, ινα μη τον αδελφον μου σκανδαλισω.