Epistle 1 of Paul to the Corinthians.

Chapters 13-16.


Chapter 13.

  1. Εαν ταις γλωσσαις των ανθρωπων λαλω και των αγγελων, αγαπην δε μη εχω, γεγονα χαλκος ηχων η κυμβαλον αλαλαζον.
  2. και εαν εχω προφητειαν και ειδω τα μυστηρια παντα και πασαν την γνωσιν, και εαν εχω πασαν την πιστιν ωστε ορη μεθισταναι, αγαπην δε μη εχω, ουθεν ειμι.
  3. καν ψωμισω παντα τα υπαρχοντα μου, και εαν παραδω το σωμα μου ινα καυχησωμαι, αγαπην δε μη εχω, ουδεν ωφελουμαι.
  4. Η αγαπη μακροθυμει, χρηστευεται η αγαπη, ου ζηλοι, [η αγαπη] ου περπερευεται, ου φυσιουται,
  5. ουκ ασχημονει, ου ζητει τα εαυτης, ου παροξυνεται, ου λογιζεται το κακον,
  6. ου χαιρει επι τη αδικια, συγχαιρει δε τη αληθεια·
  7. παντα στεγει, παντα πιστευει, παντα ελπιζει, παντα υπομενει.
  8. Η αγαπη ουδεποτε πιπτει. ειτε δε προφητειαι, καταργηθησονται· ειτε γλωσσαι, παυσονται· ειτε γνωσις, καταργηθησεται.
  9. εκ μερους γαρ γινωσκομεν και εκ μερους προφητευομεν·
  10. οταν δε ελθη το τελειον, το εκ μερους καταργηθησεται.
  11. οτε ημην νηπιος, ελαλουν ως νηπιος, εφρονουν ως νηπιος, ελογιζομην ως νηπιος· οτε γεγονα ανηρ, κατηργηκα τα του νηπιου.
  12. βλεπομεν γαρ αρτι δι εσοπτρου εν αινιγματι, τοτε δε προσωπον προς προσωπον· αρτι γινωσκω εκ μερους, τοτε δε επιγνωσομαι καθως και επεγνωσθην.
  13. νυνι δε μενει πιστις, ελπις, αγαπη, τα τρια ταυτα· μειζων δε τουτων η αγαπη.

Chapter 14.

  1. Διωκετε την αγαπην, ζηλουτε δε τα πνευματικα, μαλλον δε ινα προφητευητε.
  2. ο γαρ λαλων γλωσση ουκ ανθρωποις λαλει αλλα θεω, ουδεις γαρ ακουει, πνευματι δε λαλει μυστηρια·
  3. ο δε προφητευων ανθρωποις λαλει οικοδομην και παρακλησιν και παραμυθιαν.
  4. ο λαλων γλωσση εαυτον οικοδομει· ο δε προφητευων εκκλησιαν οικοδομει.
  5. θελω δε παντας υμας λαλειν γλωσσαις, μαλλον δε ινα προφητευητε· μειζων δε ο προφητευων η ο λαλων γλωσσαις, εκτος ει μη διερμηνευη, ινα η εκκλησια οικοδομην λαβη.
  6. Νυν δε, αδελφοι, εαν ελθω προς υμας γλωσσαις λαλων, τι υμας ωφελησω, εαν μη υμιν λαλησω η εν αποκαλυψει η εν γνωσει η εν προφητεια η [εν] διδαχη;
  7. ομως τα αψυχα φωνην διδοντα, ειτε αυλος ειτε κιθαρα, εαν διαστολην τοις φθογγοις μη δω, πως γνωσθησεται το αυλουμενον η το κιθαριζομενον;
  8. και γαρ εαν αδηλον σαλπιγξ φωνην δω, τις παρασκευασεται εις πολεμον;
  9. ουτως και υμεις δια της γλωσσης εαν μη ευσημον λογον δωτε, πως γνωσθησεται το λαλουμενον; εσεσθε γαρ εις αερα λαλουντες.
  10. τοσαυτα ει τυχοι γενη φωνων εισιν εν κοσμω, και ουδεν αφωνον·
  11. εαν ουν μη ειδω την δυναμιν της φωνης, εσομαι τω λαλουντι βαρβαρος και ο λαλων εν εμοι βαρβαρος.
  12. ουτως και υμεις, επει ζηλωται εστε πνευματων, προς την οικοδομην της εκκλησιας ζητειτε ινα περισσευητε.
  13. διο ο λαλων γλωσση προσευχεσθω ινα διερμηνευη.
  14. εαν [γαρ] προσευχωμαι γλωσση, το πνευμα μου προσευχεται, ο δε νους μου ακαρπος εστιν.
  15. τι ουν εστιν; προσευξομαι τω πνευματι, προσευξομαι δε και τω νοι· ψαλω τω πνευματι, ψαλω δε και τω νοι.
  16. επει εαν ευλογης [εν] πνευματι, ο αναπληρων τον τοπον του ιδιωτου πως ερει το Αμην επι τη ση ευχαριστια, επειδη τι λεγεις ουκ οιδεν;
  17. συ μεν γαρ καλως ευχαριστεις, αλλ ο ετερος ουκ οικοδομειται.
  18. ευχαριστω τω θεω, παντων υμων μαλλον γλωσσαις λαλω·
  19. αλλα εν εκκλησια θελω πεντε λογους τω νοι μου λαλησαι, ινα και αλλους κατηχησω, η μυριους λογους εν γλωσση.
  20. Αδελφοι, μη παιδια γινεσθε ταις φρεσιν, αλλα τη κακια νηπιαζετε, ταις δε φρεσιν τελειοι γινεσθε.
  21. εν τω νομω γεγραπται οτι Εν ετερογλωσσοις και εν χειλεσιν ετερων λαλησω τω λαω τουτω, και ουδ ουτως εισακουσονται μου, λεγει κυριος.
  22. ωστε αι γλωσσαι εις σημειον εισιν ου τοις πιστευουσιν αλλα τοις απιστοις, η δε προφητεια ου τοις απιστοις αλλα τοις πιστευουσιν.
  23. Εαν ουν συνελθη η εκκλησια ολη επι το αυτο και παντες λαλωσιν γλωσσαις, εισελθωσιν δε ιδιωται η απιστοι, ουκ ερουσιν οτι μαινεσθε;
  24. εαν δε παντες προφητευωσιν, εισελθη δε τις απιστος η ιδιωτης, ελεγχεται υπο παντων, ανακρινεται υπο παντων,
  25. τα κρυπτα της καρδιας αυτου φανερα γινεται, και ουτως πεσων επι προσωπον προσκυνησει τω θεω, απαγγελλων οτι Οντως ο θεος εν υμιν εστιν.
  26. Τι ουν εστιν, αδελφοι; οταν συνερχησθε, εκαστος ψαλμον εχει, διδαχην εχει, αποκαλυψιν εχει, γλωσσαν εχει, ερμηνειαν εχει· παντα προς οικοδομην γινεσθω.
  27. ειτε γλωσση τις λαλει, κατα δυο η το πλειστον τρεις, και ανα μερος, και εις διερμηνευετω·
  28. εαν δε μη η διερμηνευτης, σιγατω εν εκκλησια, εαυτω δε λαλειτω και τω θεω.
  29. προφηται δε δυο η τρεις λαλειτωσαν, και οι αλλοι διακρινετωσαν·
  30. εαν δε αλλω αποκαλυφθη καθημενω, ο πρωτος σιγατω.
  31. δυνασθε γαρ καθ ενα παντες προφητευειν, ινα παντες μανθανωσιν και παντες παρακαλωνται,
  32. και πνευματα προφητων προφηταις υποτασσεται·
  33. ου γαρ εστιν ακαταστασιας ο θεος αλλα ειρηνης. Ως εν πασαις ταις εκκλησιαις των αγιων,
  34. αι γυναικες εν ταις εκκλησιαις σιγατωσαν, ου γαρ επιτρεπεται αυταις λαλειν· αλλα υποτασσεσθωσαν, καθως και ο νομος λεγει.
  35. ει δε τι μαθειν θελουσιν, εν οικω τους ιδιους ανδρας επερωτατωσαν, αισχρον γαρ εστιν γυναικι λαλειν εν εκκλησια.
  36. η αφ υμων ο λογος του θεου εξηλθεν, η εις υμας μονους κατηντησεν;
  37. Ει τις δοκει προφητης ειναι η πνευματικος, επιγινωσκετω α γραφω υμιν οτι κυριου εστιν εντολη·
  38. ει δε τις αγνοει, αγνοειται.
  39. ωστε, αδελφοι [μου], ζηλουτε το προφητευειν, και το λαλειν μη κωλυετε γλωσσαις·
  40. παντα δε ευσχημονως και κατα ταξιν γινεσθω.

Chapter 15.

  1. Γνωριζω δε υμιν, αδελφοι, το ευαγγελιον ο ευηγγελισαμην υμιν, ο και παρελαβετε, εν ω και εστηκατε,
  2. δι ου και σωζεσθε, τινι λογω ευηγγελισαμην υμιν ει κατεχετε, εκτος ει μη εικη επιστευσατε.
  3. παρεδωκα γαρ υμιν εν πρωτοις, ο και παρελαβον, οτι Χριστος απεθανεν υπερ των αμαρτιων ημων κατα τας γραφας,
  4. και οτι εταφη, και οτι εγηγερται τη ημερα τη τριτη κατα τας γραφας,
  5. και οτι ωφθη Κηφα, ειτα τοις δωδεκα·
  6. επειτα ωφθη επανω πεντακοσιοις αδελφοις εφαπαξ, εξ ων οι πλειονες μενουσιν εως αρτι, τινες δε εκοιμηθησαν·
  7. επειτα ωφθη Ιακωβω, ειτα τοις αποστολοις πασιν·
  8. εσχατον δε παντων ωσπερει τω εκτρωματι ωφθη καμοι.
  9. Εγω γαρ ειμι ο ελαχιστος των αποστολων, ος ουκ ειμι ικανος καλεισθαι αποστολος, διοτι εδιωξα την εκκλησιαν του θεου·
  10. χαριτι δε θεου ειμι ο ειμι, και η χαρις αυτου η εις εμε ου κενη εγενηθη, αλλα περισσοτερον αυτων παντων εκοπιασα, ουκ εγω δε αλλα η χαρις του θεου [η] συν εμοι.
  11. ειτε ουν εγω ειτε εκεινοι, ουτως κηρυσσομεν και ουτως επιστευσατε.
  12. Ει δε Χριστος κηρυσσεται οτι εκ νεκρων εγηγερται, πως λεγουσιν εν υμιν τινες οτι αναστασις νεκρων ουκ εστιν;
  13. ει δε αναστασις νεκρων ουκ εστιν, ουδε Χριστος εγηγερται·
  14. ει δε Χριστος ουκ εγηγερται, κενον αρα [και] το κηρυγμα ημων, κενη και η πιστις υμων,
  15. ευρισκομεθα δε και ψευδομαρτυρες του θεου, οτι εμαρτυρησαμεν κατα του θεου οτι ηγειρεν τον Χριστον, ον ουκ ηγειρεν ειπερ αρα νεκροι ουκ εγειρονται.
  16. ει γαρ νεκροι ουκ εγειρονται, ουδε Χριστος εγηγερται·
  17. ει δε Χριστος ουκ εγηγερται, ματαια η πιστις υμων, ετι εστε εν ταις αμαρτιαις υμων.
  18. αρα και οι κοιμηθεντες εν Χριστω απωλοντο.
  19. ει εν τη ζωη ταυτη εν Χριστω ηλπικοτες εσμεν μονον, ελεεινοτεροι παντων ανθρωπων εσμεν.
  20. Νυνι δε Χριστος εγηγερται εκ νεκρων, απαρχη των κεκοιμημενων.
  21. επειδη γαρ δι ανθρωπου θανατος, και δι ανθρωπου αναστασις νεκρων·
  22. ωσπερ γαρ εν τω Αδαμ παντες αποθνησκουσιν, ουτως και εν τω Χριστω παντες ζωοποιηθησονται.
  23. εκαστος δε εν τω ιδιω ταγματι· απαρχη Χριστος, επειτα οι του Χριστου εν τη παρουσια αυτου·
  24. ειτα το τελος, οταν παραδιδω την βασιλειαν τω θεω και πατρι, οταν καταργηση πασαν αρχην και πασαν εξουσιαν και δυναμιν.
  25. δει γαρ αυτον βασιλευειν αχρι ου θη παντας τους εχθρους υπο τους ποδας αυτου.
  26. εσχατος εχθρος καταργειται ο θανατος·
  27. παντα γαρ υπεταξεν υπο τους ποδας αυτου. οταν δε ειπη οτι παντα υποτετακται, δηλον οτι εκτος του υποταξαντος αυτω τα παντα.
  28. οταν δε υποταγη αυτω τα παντα, τοτε [και] αυτος ο υιος υποταγησεται τω υποταξαντι αυτω τα παντα, ινα η ο θεος [τα] παντα εν πασιν.
  29. Επει τι ποιησουσιν οι βαπτιζομενοι υπερ των νεκρων; ει ολως νεκροι ουκ εγειρονται, τι και βαπτιζονται υπερ αυτων;
  30. τι και ημεις κινδυνευομεν πασαν ωραν;
  31. καθ ημεραν αποθνησκω, νη την υμετεραν καυχησιν, [αδελφοι,] ην εχω εν Χριστω Ιησου τω κυριω ημων.
  32. ει κατα ανθρωπον εθηριομαχησα εν Εφεσω, τι μοι το οφελος; ει νεκροι ουκ εγειρονται, Φαγωμεν και πιωμεν, αυριον γαρ αποθνησκομεν.
  33. μη πλανασθε· Φθειρουσιν ηθη χρηστα ομιλιαι κακαι.
  34. εκνηψατε δικαιως και μη αμαρτανετε, αγνωσιαν γαρ θεου τινες εχουσιν· προς εντροπην υμιν λαλω.
  35. Αλλα ερει τις, Πως εγειρονται οι νεκροι; ποιω δε σωματι ερχονται;
  36. αφρων, συ ο σπειρεις ου ζωοποιειται εαν μη αποθανη·
  37. και ο σπειρεις, ου το σωμα το γενησομενον σπειρεις αλλα γυμνον κοκκον ει τυχοι σιτου η τινος των λοιπων·
  38. ο δε θεος διδωσιν αυτω σωμα καθως ηθελησεν, και εκαστω των σπερματων ιδιον σωμα.
  39. ου πασα σαρξ η αυτη σαρξ, αλλα αλλη μεν ανθρωπων, αλλη δε σαρξ κτηνων, αλλη δε σαρξ πτηνων, αλλη δε ιχθυων.
  40. και σωματα επουρανια, και σωματα επιγεια· αλλα ετερα μεν η των επουρανιων δοξα, ετερα δε η των επιγειων.
  41. αλλη δοξα ηλιου, και αλλη δοξα σεληνης, και αλλη δοξα αστερων· αστηρ γαρ αστερος διαφερει εν δοξη.
  42. Ουτως και η αναστασις των νεκρων. σπειρεται εν φθορα, εγειρεται εν αφθαρσια·
  43. σπειρεται εν ατιμια, εγειρεται εν δοξη· σπειρεται εν ασθενεια, εγειρεται εν δυναμει·
  44. σπειρεται σωμα ψυχικον, εγειρεται σωμα πνευματικον. ει εστιν σωμα ψυχικον, εστιν και πνευματικον.
  45. ουτως και γεγραπται, Εγενετο ο πρωτος ανθρωπος Αδαμ εις ψυχην ζωσαν· ο εσχατος Αδαμ εις πνευμα ζωοποιουν.
  46. αλλ ου πρωτον το πνευματικον αλλα το ψυχικον, επειτα το πνευματικον.
  47. ο πρωτος ανθρωπος εκ γης χοικος, ο δευτερος ανθρωπος εξ ουρανου.
  48. οιος ο χοικος, τοιουτοι και οι χοικοι, και οιος ο επουρανιος, τοιουτοι και οι επουρανιοι·
  49. και καθως εφορεσαμεν την εικονα του χοικου, φορεσομεν και την εικονα του επουρανιου.
  50. Τουτο δε φημι, αδελφοι, οτι σαρξ και αιμα βασιλειαν θεου κληρονομησαι ου δυναται, ουδε η φθορα την αφθαρσιαν κληρονομει.
  51. ιδου μυστηριον υμιν λεγω· παντες ου κοιμηθησομεθα, παντες δε αλλαγησομεθα,
  52. εν ατομω, εν ριπη οφθαλμου, εν τη εσχατη σαλπιγγι· σαλπισει γαρ, και οι νεκροι εγερθησονται αφθαρτοι, και ημεις αλλαγησομεθα.
  53. δει γαρ το φθαρτον τουτο ενδυσασθαι αφθαρσιαν και το θνητον τουτο ενδυσασθαι αθανασιαν.
  54. οταν δε το φθαρτον τουτο ενδυσηται αφθαρσιαν και το θνητον τουτο ενδυσηται αθανασιαν, τοτε γενησεται ο λογος ο γεγραμμενος, Κατεποθη ο θανατος εις νικος.
  55. που σου, θανατε, το νικος; που σου, θανατε, το κεντρον;
  56. το δε κεντρον του θανατου η αμαρτια, η δε δυναμις της αμαρτιας ο νομος·
  57. τω δε θεω χαρις τω διδοντι ημιν το νικος δια του κυριου ημων Ιησου Χριστου.
  58. Ωστε, αδελφοι μου αγαπητοι, εδραιοι γινεσθε, αμετακινητοι, περισσευοντες εν τω εργω του κυριου παντοτε, ειδοτες οτι ο κοπος υμων ουκ εστιν κενος εν κυριω.

Chapter 16.

  1. Περι δε της λογειας της εις τους αγιους, ωσπερ διεταξα ταις εκκλησιαις της Γαλατιας, ουτως και υμεις ποιησατε.
  2. κατα μιαν σαββατου εκαστος υμων παρ εαυτω τιθετω θησαυριζων ο τι εαν ευοδωται, ινα μη οταν ελθω τοτε λογειαι γινωνται.
  3. οταν δε παραγενωμαι, ους εαν δοκιμασητε, δι επιστολων τουτους πεμψω απενεγκειν την χαριν υμων εις Ιερουσαλημ·
  4. εαν δε αξιον η του καμε πορευεσθαι, συν εμοι πορευσονται.
  5. Ελευσομαι δε προς υμας οταν Μακεδονιαν διελθω, Μακεδονιαν γαρ διερχομαι·
  6. προς υμας δε τυχον παραμενω η και παραχειμασω, ινα υμεις με προπεμψητε ου εαν πορευωμαι.
  7. ου θελω γαρ υμας αρτι εν παροδω ιδειν, ελπιζω γαρ χρονον τινα επιμειναι προς υμας, εαν ο κυριος επιτρεψη.
  8. επιμενω δε εν Εφεσω εως της πεντηκοστης·
  9. θυρα γαρ μοι ανεωγεν μεγαλη και ενεργης, και αντικειμενοι πολλοι.
  10. Εαν δε ελθη Τιμοθεος, βλεπετε ινα αφοβως γενηται προς υμας, το γαρ εργον κυριου εργαζεται ως καγω·
  11. μη τις ουν αυτον εξουθενηση. προπεμψατε δε αυτον εν ειρηνη, ινα ελθη προς με, εκδεχομαι γαρ αυτον μετα των αδελφων.
  12. Περι δε Απολλω του αδελφου, πολλα παρεκαλεσα αυτον ινα ελθη προς υμας μετα των αδελφων· και παντως ουκ ην θελημα ινα νυν ελθη, ελευσεται δε οταν ευκαιρηση.
  13. Γρηγορειτε, στηκετε εν τη πιστει, ανδριζεσθε, κραταιουσθε·
  14. παντα υμων εν αγαπη γινεσθω.
  15. Παρακαλω δε υμας, αδελφοι· οιδατε την οικιαν Στεφανα, οτι εστιν απαρχη της Αχαιας και εις διακονιαν τοις αγιοις εταξαν εαυτους·
  16. ινα και υμεις υποτασσησθε τοις τοιουτοις και παντι τω συνεργουντι και κοπιωντι.
  17. χαιρω δε επι τη παρουσια Στεφανα και Φορτουνατου και Αχαικου, οτι το υμετερον υστερημα ουτοι ανεπληρωσαν,
  18. ανεπαυσαν γαρ το εμον πνευμα και το υμων. επιγινωσκετε ουν τους τοιουτους.
  19. Ασπαζονται υμας αι εκκλησιαι της Ασιας. ασπαζεται υμας εν κυριω πολλα Ακυλας και Πρισκα συν τη κατ οικον αυτων εκκλησια.
  20. ασπαζονται υμας οι αδελφοι παντες. Ασπασασθε αλληλους εν φιληματι αγιω.
  21. Ο ασπασμος τη εμη χειρι Παυλου.
  22. ει τις ου φιλει τον κυριον, ητω αναθεμα. Μαρανα θα.
  23. η χαρις του κυριου Ιησου μεθ υμων.
  24. η αγαπη μου μετα παντων υμων εν Χριστω Ιησου.