Epistle 1 of Paul to the Corinthians.

Chapters 1-4.


Chapter 1.

  1. Παυλος κλητος αποστολος Χριστου Ιησου δια θεληματος θεου, και Σωσθενης ο αδελφος,
  2. τη εκκλησια του θεου τη ουση εν Κορινθω, ηγιασμενοις εν Χριστω Ιησου, κλητοις αγιοις, συν πασιν τοις επικαλουμενοις το ονομα του κυριου ημων Ιησου Χριστου εν παντι τοπω, αυτων και ημων·
  3. χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου Ιησου Χριστου.
  4. Ευχαριστω τω θεω μου παντοτε περι υμων επι τη χαριτι του θεου τη δοθειση υμιν εν Χριστω Ιησου,
  5. οτι εν παντι επλουτισθητε εν αυτω, εν παντι λογω και παση γνωσει,
  6. καθως το μαρτυριον του Χριστου εβεβαιωθη εν υμιν,
  7. ωστε υμας μη υστερεισθαι εν μηδενι χαρισματι, απεκδεχομενους την αποκαλυψιν του κυριου ημων Ιησου Χριστου·
  8. ος και βεβαιωσει υμας εως τελους ανεγκλητους εν τη ημερα του κυριου ημων Ιησου [Χριστου].
  9. πιστος ο θεος δι ου εκληθητε εις κοινωνιαν του υιου αυτου Ιησου Χριστου του κυριου ημων.
  10. Παρακαλω δε υμας, αδελφοι, δια του ονοματος του κυριου ημων Ιησου Χριστου, ινα το αυτο λεγητε παντες, και μη η εν υμιν σχισματα, ητε δε κατηρτισμενοι εν τω αυτω νοι και εν τη αυτη γνωμη.
  11. εδηλωθη γαρ μοι περι υμων, αδελφοι μου, υπο των Χλοης οτι εριδες εν υμιν εισιν.
  12. λεγω δε τουτο, οτι εκαστος υμων λεγει, Εγω μεν ειμι Παυλου, Εγω δε Απολλω, Εγω δε Κηφα, Εγω δε Χριστου.
  13. μεμερισται ο Χριστος; μη Παυλος εσταυρωθη υπερ υμων, η εις το ονομα Παυλου εβαπτισθητε;
  14. ευχαριστω [τω θεω] οτι ουδενα υμων εβαπτισα ει μη Κρισπον και Γαιον,
  15. ινα μη τις ειπη οτι εις το εμον ονομα εβαπτισθητε.
  16. εβαπτισα δε και τον Στεφανα οικον· λοιπον ουκ οιδα ει τινα αλλον εβαπτισα.
  17. ου γαρ απεστειλεν με Χριστος βαπτιζειν αλλα ευαγγελιζεσθαι, ουκ εν σοφια λογου, ινα μη κενωθη ο σταυρος του Χριστου.
  18. Ο λογος γαρ ο του σταυρου τοις μεν απολλυμενοις μωρια εστιν, τοις δε σωζομενοις ημιν δυναμις θεου εστιν.
  19. γεγραπται γαρ, Απολω την σοφιαν των σοφων, και την συνεσιν των συνετων αθετησω.
  20. που σοφος; που γραμματευς; που συζητητης του αιωνος τουτου; ουχι εμωρανεν ο θεος την σοφιαν του κοσμου;
  21. επειδη γαρ εν τη σοφια του θεου ουκ εγνω ο κοσμος δια της σοφιας τον θεον, ευδοκησεν ο θεος δια της μωριας του κηρυγματος σωσαι τους πιστευοντας.
  22. επειδη και Ιουδαιοι σημεια αιτουσιν και Ελληνες σοφιαν ζητουσιν,
  23. ημεις δε κηρυσσομεν Χριστον εσταυρωμενον, Ιουδαιοις μεν σκανδαλον εθνεσιν δε μωριαν,
  24. αυτοις δε τοις κλητοις, Ιουδαιοις τε και Ελλησιν, Χριστον θεου δυναμιν και θεου σοφιαν·
  25. οτι το μωρον του θεου σοφωτερον των ανθρωπων εστιν, και το ασθενες του θεου ισχυροτερον των ανθρωπων.
  26. Βλεπετε γαρ την κλησιν υμων, αδελφοι, οτι ου πολλοι σοφοι κατα σαρκα, ου πολλοι δυνατοι, ου πολλοι ευγενεις·
  27. αλλα τα μωρα του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τους σοφους, και τα ασθενη του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τα ισχυρα,
  28. και τα αγενη του κοσμου και τα εξουθενημενα εξελεξατο ο θεος, τα μη οντα, ινα τα οντα καταργηση,
  29. οπως μη καυχησηται πασα σαρξ ενωπιον του θεου.
  30. εξ αυτου δε υμεις εστε εν Χριστω Ιησου, ος εγενηθη σοφια ημιν απο θεου, δικαιοσυνη τε και αγιασμος και απολυτρωσις,
  31. ινα καθως γεγραπται, Ο καυχωμενος εν κυριω καυχασθω.

Chapter 2.

  1. Καγω ελθων προς υμας, αδελφοι, ηλθον ου καθ υπεροχην λογου η σοφιας καταγγελλων υμιν το μυστηριον του θεου.
  2. ου γαρ εκρινα τι ειδεναι εν υμιν ει μη Ιησουν Χριστον και τουτον εσταυρωμενον.
  3. καγω εν ασθενεια και εν φοβω και εν τρομω πολλω εγενομην προς υμας,
  4. και ο λογος μου και το κηρυγμα μου ουκ εν πειθοι[ς] σοφιας [λογοις] αλλ εν αποδειξει πνευματος και δυναμεως,
  5. ινα η πιστις υμων μη η εν σοφια ανθρωπων αλλ εν δυναμει θεου.
  6. Σοφιαν δε λαλουμεν εν τοις τελειοις, σοφιαν δε ου του αιωνος τουτου ουδε των αρχοντων του αιωνος τουτου των καταργουμενων·
  7. αλλα λαλουμεν θεου σοφιαν εν μυστηριω, την αποκεκρυμμενην, ην προωρισεν ο θεος προ των αιωνων εις δοξαν ημων·
  8. ην ουδεις των αρχοντων του αιωνος τουτου εγνωκεν, ει γαρ εγνωσαν, ουκ αν τον κυριον της δοξης εσταυρωσαν.
  9. αλλα καθως γεγραπται, Α οφθαλμος ουκ ειδεν και ους ουκ ηκουσεν και επι καρδιαν ανθρωπου ουκ ανεβη, α ητοιμασεν ο θεος τοις αγαπωσιν αυτον.
  10. ημιν δε απεκαλυψεν ο θεος δια του πνευματος· το γαρ πνευμα παντα εραυνα, και τα βαθη του θεου.
  11. τις γαρ οιδεν ανθρωπων τα του ανθρωπου ει μη το πνευμα του ανθρωπου το εν αυτω; ουτως και τα του θεου ουδεις εγνωκεν ει μη το πνευμα του θεου.
  12. ημεις δε ου το πνευμα του κοσμου ελαβομεν αλλα το πνευμα το εκ του θεου, ινα ειδωμεν τα υπο του θεου χαρισθεντα ημιν·
  13. α και λαλουμεν ουκ εν διδακτοις ανθρωπινης σοφιας λογοις αλλ εν διδακτοις πνευματος, πνευματικοις πνευματικα συγκρινοντες.
  14. ψυχικος δε ανθρωπος ου δεχεται τα του πνευματος του θεου, μωρια γαρ αυτω εστιν, και ου δυναται γνωναι, οτι πνευματικως ανακρινεται·
  15. ο δε πνευματικος ανακρινει [τα] παντα, αυτος δε υπ ουδενος ανακρινεται.
  16. τις γαρ εγνω νουν κυριου, ος συμβιβασει αυτον; ημεις δε νουν Χριστου εχομεν.

Chapter 3.

  1. Καγω, αδελφοι, ουκ ηδυνηθην λαλησαι υμιν ως πνευματικοις αλλ ως σαρκινοις, ως νηπιοις εν Χριστω.
  2. γαλα υμας εποτισα, ου βρωμα, ουπω γαρ εδυνασθε. αλλ ουδε ετι νυν δυνασθε,
  3. ετι γαρ σαρκικοι εστε. οπου γαρ εν υμιν ζηλος και ερις, ουχι σαρκικοι εστε και κατα ανθρωπον περιπατειτε;
  4. οταν γαρ λεγη τις, Εγω μεν ειμι Παυλου, ετερος δε, Εγω Απολλω, ουκ ανθρωποι εστε;
  5. τι ουν εστιν Απολλως; τι δε εστιν Παυλος; διακονοι δι ων επιστευσατε, και εκαστω ως ο κυριος εδωκεν.
  6. εγω εφυτευσα, Απολλως εποτισεν, αλλα ο θεος ηυξανεν·
  7. ωστε ουτε ο φυτευων εστιν τι ουτε ο ποτιζων, αλλ ο αυξανων θεος.
  8. ο φυτευων δε και ο ποτιζων εν εισιν, εκαστος δε τον ιδιον μισθον λημψεται κατα τον ιδιον κοπον.
  9. θεου γαρ εσμεν συνεργοι· θεου γεωργιον, θεου οικοδομη εστε.
  10. Κατα την χαριν του θεου την δοθεισαν μοι ως σοφος αρχιτεκτων θεμελιον εθηκα, αλλος δε εποικοδομει. εκαστος δε βλεπετω πως εποικοδομει·
  11. θεμελιον γαρ αλλον ουδεις δυναται θειναι παρα τον κειμενον, ος εστιν Ιησους Χριστος.
  12. ει δε τις εποικοδομει επι τον θεμελιον χρυσον, αργυρον, λιθους τιμιους, ξυλα, χορτον, καλαμην,
  13. εκαστου το εργον φανερον γενησεται, η γαρ ημερα δηλωσει· οτι εν πυρι αποκαλυπτεται, και εκαστου το εργον οποιον εστιν το πυρ [αυτο] δοκιμασει.
  14. ει τινος το εργον μενει ο εποικοδομησεν, μισθον λημψεται·
  15. ει τινος το εργον κατακαησεται, ζημιωθησεται, αυτος δε σωθησεται, ουτως δε ως δια πυρος.
  16. ουκ οιδατε οτι ναος θεου εστε και το πνευμα του θεου οικει εν υμιν;
  17. ει τις τον ναον του θεου φθειρει, φθερει τουτον ο θεος· ο γαρ ναος του θεου αγιος εστιν, οιτινες εστε υμεις.
  18. Μηδεις εαυτον εξαπατατω· ει τις δοκει σοφος ειναι εν υμιν εν τω αιωνι τουτω, μωρος γενεσθω, ινα γενηται σοφος.
  19. η γαρ σοφια του κοσμου τουτου μωρια παρα τω θεω εστιν· γεγραπται γαρ, Ο δρασσομενος τους σοφους εν τη πανουργια αυτων·
  20. και παλιν, Κυριος γινωσκει τους διαλογισμους των σοφων οτι εισιν ματαιοι.
  21. ωστε μηδεις καυχασθω εν ανθρωποις· παντα γαρ υμων εστιν,
  22. ειτε Παυλος ειτε Απολλως ειτε Κηφας ειτε κοσμος ειτε ζωη ειτε θανατος ειτε ενεστωτα ειτε μελλοντα, παντα υμων,
  23. υμεις δε Χριστου, Χριστος δε θεου.

Chapter 4.

  1. Ουτως ημας λογιζεσθω ανθρωπος ως υπηρετας Χριστου και οικονομους μυστηριων θεου.
  2. ωδε λοιπον ζητειται εν τοις οικονομοις ινα πιστος τις ευρεθη.
  3. εμοι δε εις ελαχιστον εστιν ινα υφ υμων ανακριθω η υπο ανθρωπινης ημερας· αλλ ουδε εμαυτον ανακρινω·
  4. ουδεν γαρ εμαυτω συνοιδα, αλλ ουκ εν τουτω δεδικαιωμαι, ο δε ανακρινων με κυριος εστιν.
  5. ωστε μη προ καιρου τι κρινετε, εως αν ελθη ο κυριος, ος και φωτισει τα κρυπτα του σκοτους και φανερωσει τας βουλας των καρδιων· και τοτε ο επαινος γενησεται εκαστω απο του θεου.
  6. Ταυτα δε, αδελφοι, μετεσχηματισα εις εμαυτον και Απολλων δι υμας, ινα εν ημιν μαθητε το Μη υπερ α γεγραπται, ινα μη εις υπερ του ενος φυσιουσθε κατα του ετερου.
  7. τις γαρ σε διακρινει; τι δε εχεις ο ουκ ελαβες; ει δε και ελαβες, τι καυχασαι ως μη λαβων;
  8. ηδη κεκορεσμενοι εστε· ηδη επλουτησατε· χωρις ημων εβασιλευσατε· και οφελον γε εβασιλευσατε, ινα και ημεις υμιν συμβασιλευσωμεν.
  9. δοκω γαρ, ο θεος ημας τους αποστολους εσχατους απεδειξεν ως επιθανατιους, οτι θεατρον εγενηθημεν τω κοσμω και αγγελοις και ανθρωποις.
  10. ημεις μωροι δια Χριστον, υμεις δε φρονιμοι εν Χριστω· ημεις ασθενεις, υμεις δε ισχυροι· υμεις ενδοξοι, ημεις δε ατιμοι.
  11. αχρι της αρτι ωρας και πεινωμεν και διψωμεν και γυμνιτευομεν και κολαφιζομεθα και αστατουμεν
  12. και κοπιωμεν εργαζομενοι ταις ιδιαις χερσιν· λοιδορουμενοι ευλογουμεν, διωκομενοι ανεχομεθα,
  13. δυσφημουμενοι παρακαλουμεν· ως περικαθαρματα του κοσμου εγενηθημεν, παντων περιψημα, εως αρτι.
  14. Ουκ εντρεπων υμας γραφω ταυτα, αλλ ως τεκνα μου αγαπητα νουθετω[ν]·
  15. εαν γαρ μυριους παιδαγωγους εχητε εν Χριστω, αλλ ου πολλους πατερας, εν γαρ Χριστω Ιησου δια του ευαγγελιου εγω υμας εγεννησα.
  16. παρακαλω ουν υμας, μιμηται μου γινεσθε.
  17. δια τουτο επεμψα υμιν Τιμοθεον, ος εστιν μου τεκνον αγαπητον και πιστον εν κυριω, ος υμας αναμνησει τας οδους μου τας εν Χριστω [Ιησου], καθως πανταχου εν παση εκκλησια διδασκω.
  18. ως μη ερχομενου δε μου προς υμας εφυσιωθησαν τινες·
  19. ελευσομαι δε ταχεως προς υμας, εαν ο κυριος θεληση, και γνωσομαι ου τον λογον των πεφυσιωμενων αλλα την δυναμιν,
  20. ου γαρ εν λογω η βασιλεια του θεου αλλ εν δυναμει.
  21. τι θελετε; εν ραβδω ελθω προς υμας, η εν αγαπη πνευματι τε πραυτητος;